Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 2,  στἰχοι 17-47

17 καὶ ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεω̃ ἀπò του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνυπνίοις ἐνυπνιασθήσονται
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ται̃ς ἡμέραις ἐκείναις ἐκχεω̃ ἀπò του̃ πνεύματός μου καὶ προφητεύσουσιν
19 καὶ δώσω τέρατα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ σημει̃α ἐπὶ τη̃ς γη̃ς κάτω αἱ̃μα καὶ πυ̃ρ καὶ ἀτμίδα καπνου̃
20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἱ̃μα πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃
21 καὶ ἔσται πα̃ς ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται
22 ἄνδρες ’Ισραηλι̃ται ἀκούσατε τοὺς λόγους τούτους ’Ιησου̃ν τòν Ναζωραι̃ον ἄνδρα ἀποδεδειγμένον ἀπò του̃ θεου̃ εἰς ὑμα̃ς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἱ̃ς ἐποίησεν δι' αὐτου̃ ὁ θεòς ἐν μέσω̨ ὑμω̃ν καθὼς αὐτοὶ οἴδατε
23 του̃τον τη̨̃ ὡρισμένη̨ βουλη̨̃ καὶ προγνώσει του̃ θεου̃ ἔκδοτον διὰ χειρòς ἀνόμων προσπήξαντες ἀνείλατε
24 ὃν ὁ θεòς ἀνέστησεν λύσας τὰς ὠδι̃νας του̃ θανάτου καθότι οὐκ ἠ̃ν δυνατòν κρατει̃σθαι αὐτòν ὑπ' αὐτου̃
25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν προορώμην τòν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιω̃ν μού ἐστιν ἵνα μὴ σαλευθω̃
26 διὰ του̃το ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλω̃σσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅ̨δην οὐδὲ δώσεις τòν ὅσιόν σου ἰδει̃ν διαφθοράν
28 ἐγνώρισάς μοι ὁδοὺς ζωη̃ς πληρώσεις με εὐφροσύνης μετὰ του̃ προσώπου σου
29 ἄνδρες ἀδελφοί ἐξòν εἰπει̃ν μετὰ παρρησίας πρòς ὑμα̃ς περὶ του̃ πατριάρχου Δαυίδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τò μνη̃μα αὐτου̃ ἔστιν ἐν ἡμι̃ν ἄχρι τη̃ς ἡμέρας ταύτης
30 προφήτης οὐ̃ν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκω̨ ὤμοσεν αὐτω̨̃ ὁ θεòς ἐκ καρπου̃ τη̃ς ὀσφύος αὐτου̃ καθίσαι ἐπὶ τòν θρόνον αὐτου̃
31 προϊδὼν ἐλάλησεν περὶ τη̃ς ἀναστάσεως του̃ Χριστου̃ ὅτι οὔτε ἐγκατελείφθη εἰς ἅ̨δην οὔτε ἡ σὰρξ αὐτου̃ εἰ̃δεν διαφθοράν
32 του̃τον τòν ’Ιησου̃ν ἀνέστησεν ὁ θεός οὑ̃ πάντες ἡμει̃ς ἐσμεν μάρτυρες
33 τη̨̃ δεξια̨̃ οὐ̃ν του̃ θεου̃ ὑψωθεὶς τήν τε ἐπαγγελίαν του̃ πνεύματος του̃ ἁγίου λαβὼν παρὰ του̃ πατρòς ἐξέχεεν του̃το ὃ ὑμει̃ς καὶ βλέπετε καὶ ἀκούετε
34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός εἰ̃πεν ὁ κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου
35 ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου
36 ἀσφαλω̃ς οὐ̃ν γινωσκέτω πα̃ς οἰ̃κος ’Ισραὴλ ὅτι καὶ κύριον αὐτòν καὶ Χριστòν ἐποίησεν ὁ θεός του̃τον τòν ’Ιησου̃ν ὃν ὑμει̃ς ἐσταυρώσατε
37 ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἰ̃πόν τε πρòς τòν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους τί ποιήσωμεν ἄνδρες ἀδελφοί
38 Πέτρος δὲ πρòς αὐτούς μετανοήσατε φησίν καὶ βαπτισθήτω ἕκαστος ὑμω̃ν ἐπὶ τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ εἰς ἄφεσιν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν καὶ λήμψεσθε τὴν δωρεὰν του̃ ἁγίου πνεύματος
39 ὑμι̃ν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοι̃ς τέκνοις ὑμω̃ν καὶ πα̃σιν τοι̃ς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεòς ἡμω̃ν
40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων σώθητε ἀπò τη̃ς γενεα̃ς τη̃ς σκολια̃ς ταύτης
41 οἱ μὲν οὐ̃ν ἀποδεξάμενοι τòν λόγον αὐτου̃ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ψυχαὶ ὡσεὶ τρισχίλιαι
42 ἠ̃σαν δὲ προσκαρτερου̃ντες τη̨̃ διδαχη̨̃ τω̃ν ἀποστόλων καὶ τη̨̃ κοινωνία̨ τη̨̃ κλάσει του̃ ἄρτου καὶ ται̃ς προσευχαι̃ς
43 ἐγίνετο δὲ πάση̨ ψυχη̨̃ φόβος πολλά τε τέρατα καὶ σημει̃α διὰ τω̃ν ἀποστόλων ἐγίνετο
44 πάντες δὲ οἱ πιστεύοντες ἠ̃σαν ἐπὶ τò αὐτò καὶ εἰ̃χον ἅπαντα κοινά
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πα̃σιν καθότι ἄν τις χρείαν εἰ̃χεν
46 καθ' ἡμέραν τε προσκαρτερου̃ντες ὁμοθυμαδòν ἐν τω̨̃ ἱερω̨̃ κλω̃ντές τε κατ' οἰ̃κον ἄρτον μετελάμβανον τροφη̃ς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
47 αἰνου̃ντες τòν θεòν καὶ ἔχοντες χάριν πρòς ὅλον τòν λαόν ὁ δὲ κύριος προσετίθει τοὺς σω̨ζομένους καθ' ἡμέραν ἐπὶ τò αὐτό
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).