ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 2,
στἰχοι 2-17
2 καὶ ἐγένετο ἄφνω ἐκ του̃ οὐρανου̃ ἠ̃χος ὥσπερ φερομένης πνοη̃ς βιαίας καὶ ἐπλήρωσεν ὅλον τòν οἰ̃κον οὑ̃ ἠ̃σαν καθήμενοι |
3 καὶ ὤφθησαν αὐτοι̃ς διαμεριζόμεναι γλω̃σσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτω̃ν |
4 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλει̃ν ἑτέραις γλώσσαις καθὼς τò πνευ̃μα ἐδίδου ἀποφθέγγεσθαι αὐτοι̃ς |
5 ἠ̃σαν δὲ εἰς ’Ιερουσαλὴμ κατοικου̃ντες ’Ιουδαι̃οι ἄνδρες εὐλαβει̃ς ἀπò παντòς ἔθνους τω̃ν ὑπò τòν οὐρανόν |
6 γενομένης δὲ τη̃ς φωνη̃ς ταύτης συνη̃λθεν τò πλη̃θος καὶ συνεχύθη ὅτι ἤκουον εἱ̃ς ἕκαστος τη̨̃ ἰδία̨ διαλέκτω̨ λαλούντων αὐτω̃ν |
7 ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες οὐχ ἰδοὺ ἅπαντες οὑ̃τοί εἰσιν οἱ λαλου̃ντες Γαλιλαι̃οι |
8 καὶ πω̃ς ἡμει̃ς ἀκούομεν ἕκαστος τη̨̃ ἰδία̨ διαλέκτω̨ ἡμω̃ν ἐν ἡ̨̃ ἐγεννήθημεν |
9 Πάρθοι καὶ Μη̃δοι καὶ ’Ελαμι̃ται καὶ οἱ κατοικου̃ντες τὴν Μεσοποταμίαν ’Ιουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν ’Ασίαν |
10 φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τη̃ς Λιβύης τη̃ς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημου̃ντες ‘Ρωμαι̃οι |
11 ’Ιουδαι̃οί τε καὶ προσήλυτοι Κρη̃τες καὶ ’Άραβες ἀκούομεν λαλούντων αὐτω̃ν ται̃ς ἡμετέραις γλώσσαις τὰ μεγαλει̃α του̃ θεου̃ |
12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν ἄλλος πρòς ἄλλον λέγοντες τί θέλει του̃το εἰ̃ναι |
13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν |
14 σταθεὶς δὲ ὁ Πέτρος σὺν τοι̃ς ἕνδεκα ἐπη̃ρεν τὴν φωνὴν αὐτου̃ καὶ ἀπεφθέγξατο αὐτοι̃ς ἄνδρες ’Ιουδαι̃οι καὶ οἱ κατοικου̃ντες ’Ιερουσαλὴμ πάντες του̃το ὑμι̃ν γνωστòν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου |
15 οὐ γὰρ ὡς ὑμει̃ς ὑπολαμβάνετε οὑ̃τοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τη̃ς ἡμέρας |
16 ἀλλὰ του̃τό ἐστιν τò εἰρημένον διὰ του̃ προφήτου ’Ιωήλ |
17 καὶ ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεω̃ ἀπò του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνυπνίοις ἐνυπνιασθήσονται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.