1 καὶ ἐν τω̨̃ συμπληρου̃σθαι τὴν ἡμέραν τη̃ς πεντηκοστη̃ς ἠ̃σαν πάντες ὁμου̃ ἐπὶ τò αὐτό |
2 καὶ ἐγένετο ἄφνω ἐκ του̃ οὐρανου̃ ἠ̃χος ὥσπερ φερομένης πνοη̃ς βιαίας καὶ ἐπλήρωσεν ὅλον τòν οἰ̃κον οὑ̃ ἠ̃σαν καθήμενοι |
3 καὶ ὤφθησαν αὐτοι̃ς διαμεριζόμεναι γλω̃σσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτω̃ν |
4 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλει̃ν ἑτέραις γλώσσαις καθὼς τò πνευ̃μα ἐδίδου ἀποφθέγγεσθαι αὐτοι̃ς |
5 ἠ̃σαν δὲ εἰς ’Ιερουσαλὴμ κατοικου̃ντες ’Ιουδαι̃οι ἄνδρες εὐλαβει̃ς ἀπò παντòς ἔθνους τω̃ν ὑπò τòν οὐρανόν |
6 γενομένης δὲ τη̃ς φωνη̃ς ταύτης συνη̃λθεν τò πλη̃θος καὶ συνεχύθη ὅτι ἤκουον εἱ̃ς ἕκαστος τη̨̃ ἰδία̨ διαλέκτω̨ λαλούντων αὐτω̃ν |
7 ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες οὐχ ἰδοὺ ἅπαντες οὑ̃τοί εἰσιν οἱ λαλου̃ντες Γαλιλαι̃οι |
8 καὶ πω̃ς ἡμει̃ς ἀκούομεν ἕκαστος τη̨̃ ἰδία̨ διαλέκτω̨ ἡμω̃ν ἐν ἡ̨̃ ἐγεννήθημεν |
9 Πάρθοι καὶ Μη̃δοι καὶ ’Ελαμι̃ται καὶ οἱ κατοικου̃ντες τὴν Μεσοποταμίαν ’Ιουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν ’Ασίαν |
10 φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τη̃ς Λιβύης τη̃ς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημου̃ντες ‘Ρωμαι̃οι |
11 ’Ιουδαι̃οί τε καὶ προσήλυτοι Κρη̃τες καὶ ’Άραβες ἀκούομεν λαλούντων αὐτω̃ν ται̃ς ἡμετέραις γλώσσαις τὰ μεγαλει̃α του̃ θεου̃ |
12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν ἄλλος πρòς ἄλλον λέγοντες τί θέλει του̃το εἰ̃ναι |
13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν |
14 σταθεὶς δὲ ὁ Πέτρος σὺν τοι̃ς ἕνδεκα ἐπη̃ρεν τὴν φωνὴν αὐτου̃ καὶ ἀπεφθέγξατο αὐτοι̃ς ἄνδρες ’Ιουδαι̃οι καὶ οἱ κατοικου̃ντες ’Ιερουσαλὴμ πάντες του̃το ὑμι̃ν γνωστòν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου |
15 οὐ γὰρ ὡς ὑμει̃ς ὑπολαμβάνετε οὑ̃τοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τη̃ς ἡμέρας |
16 ἀλλὰ του̃τό ἐστιν τò εἰρημένον διὰ του̃ προφήτου ’Ιωήλ |
17 καὶ ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεω̃ ἀπò του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνυπνίοις ἐνυπνιασθήσονται |
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ται̃ς ἡμέραις ἐκείναις ἐκχεω̃ ἀπò του̃ πνεύματός μου καὶ προφητεύσουσιν |
19 καὶ δώσω τέρατα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ σημει̃α ἐπὶ τη̃ς γη̃ς κάτω αἱ̃μα καὶ πυ̃ρ καὶ ἀτμίδα καπνου̃ |
20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἱ̃μα πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃ |
21 καὶ ἔσται πα̃ς ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται |
22 ἄνδρες ’Ισραηλι̃ται ἀκούσατε τοὺς λόγους τούτους ’Ιησου̃ν τòν Ναζωραι̃ον ἄνδρα ἀποδεδειγμένον ἀπò του̃ θεου̃ εἰς ὑμα̃ς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἱ̃ς ἐποίησεν δι' αὐτου̃ ὁ θεòς ἐν μέσω̨ ὑμω̃ν καθὼς αὐτοὶ οἴδατε |
23 του̃τον τη̨̃ ὡρισμένη̨ βουλη̨̃ καὶ προγνώσει του̃ θεου̃ ἔκδοτον διὰ χειρòς ἀνόμων προσπήξαντες ἀνείλατε |
24 ὃν ὁ θεòς ἀνέστησεν λύσας τὰς ὠδι̃νας του̃ θανάτου καθότι οὐκ ἠ̃ν δυνατòν κρατει̃σθαι αὐτòν ὑπ' αὐτου̃ |
25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν προορώμην τòν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιω̃ν μού ἐστιν ἵνα μὴ σαλευθω̃ |
26 διὰ του̃το ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλω̃σσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι |
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅ̨δην οὐδὲ δώσεις τòν ὅσιόν σου ἰδει̃ν διαφθοράν |
28 ἐγνώρισάς μοι ὁδοὺς ζωη̃ς πληρώσεις με εὐφροσύνης μετὰ του̃ προσώπου σου |
29 ἄνδρες ἀδελφοί ἐξòν εἰπει̃ν μετὰ παρρησίας πρòς ὑμα̃ς περὶ του̃ πατριάρχου Δαυίδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τò μνη̃μα αὐτου̃ ἔστιν ἐν ἡμι̃ν ἄχρι τη̃ς ἡμέρας ταύτης |
30 προφήτης οὐ̃ν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκω̨ ὤμοσεν αὐτω̨̃ ὁ θεòς ἐκ καρπου̃ τη̃ς ὀσφύος αὐτου̃ καθίσαι ἐπὶ τòν θρόνον αὐτου̃ |
31 προϊδὼν ἐλάλησεν περὶ τη̃ς ἀναστάσεως του̃ Χριστου̃ ὅτι οὔτε ἐγκατελείφθη εἰς ἅ̨δην οὔτε ἡ σὰρξ αὐτου̃ εἰ̃δεν διαφθοράν |
32 του̃τον τòν ’Ιησου̃ν ἀνέστησεν ὁ θεός οὑ̃ πάντες ἡμει̃ς ἐσμεν μάρτυρες |
33 τη̨̃ δεξια̨̃ οὐ̃ν του̃ θεου̃ ὑψωθεὶς τήν τε ἐπαγγελίαν του̃ πνεύματος του̃ ἁγίου λαβὼν παρὰ του̃ πατρòς ἐξέχεεν του̃το ὃ ὑμει̃ς καὶ βλέπετε καὶ ἀκούετε |
34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός εἰ̃πεν ὁ κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου |
35 ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου |
36 ἀσφαλω̃ς οὐ̃ν γινωσκέτω πα̃ς οἰ̃κος ’Ισραὴλ ὅτι καὶ κύριον αὐτòν καὶ Χριστòν ἐποίησεν ὁ θεός του̃τον τòν ’Ιησου̃ν ὃν ὑμει̃ς ἐσταυρώσατε |
37 ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἰ̃πόν τε πρòς τòν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους τί ποιήσωμεν ἄνδρες ἀδελφοί |
38 Πέτρος δὲ πρòς αὐτούς μετανοήσατε φησίν καὶ βαπτισθήτω ἕκαστος ὑμω̃ν ἐπὶ τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ εἰς ἄφεσιν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν καὶ λήμψεσθε τὴν δωρεὰν του̃ ἁγίου πνεύματος |
39 ὑμι̃ν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοι̃ς τέκνοις ὑμω̃ν καὶ πα̃σιν τοι̃ς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεòς ἡμω̃ν |
40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων σώθητε ἀπò τη̃ς γενεα̃ς τη̃ς σκολια̃ς ταύτης |
41 οἱ μὲν οὐ̃ν ἀποδεξάμενοι τòν λόγον αὐτου̃ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ψυχαὶ ὡσεὶ τρισχίλιαι |
42 ἠ̃σαν δὲ προσκαρτερου̃ντες τη̨̃ διδαχη̨̃ τω̃ν ἀποστόλων καὶ τη̨̃ κοινωνία̨ τη̨̃ κλάσει του̃ ἄρτου καὶ ται̃ς προσευχαι̃ς |
43 ἐγίνετο δὲ πάση̨ ψυχη̨̃ φόβος πολλά τε τέρατα καὶ σημει̃α διὰ τω̃ν ἀποστόλων ἐγίνετο |
44 πάντες δὲ οἱ πιστεύοντες ἠ̃σαν ἐπὶ τò αὐτò καὶ εἰ̃χον ἅπαντα κοινά |
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πα̃σιν καθότι ἄν τις χρείαν εἰ̃χεν |
46 καθ' ἡμέραν τε προσκαρτερου̃ντες ὁμοθυμαδòν ἐν τω̨̃ ἱερω̨̃ κλω̃ντές τε κατ' οἰ̃κον ἄρτον μετελάμβανον τροφη̃ς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας |
47 αἰνου̃ντες τòν θεòν καὶ ἔχοντες χάριν πρòς ὅλον τòν λαόν ὁ δὲ κύριος προσετίθει τοὺς σω̨ζομένους καθ' ἡμέραν ἐπὶ τò αὐτό |