1 ὁ δὲ Σαυ̃λος ἔτι ἐμπνέων ἀπειλη̃ς καὶ φόνου εἰς τοὺς μαθητὰς του̃ κυρίου προσελθὼν τω̨̃ ἀρχιερει̃ |
2 ἠ̨τήσατο παρ' αὐτου̃ ἐπιστολὰς εἰς Δαμασκòν πρòς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρη̨ τη̃ς ὁδου̃ ὄντας ἄνδρας τε καὶ γυναι̃κας δεδεμένους ἀγάγη̨ εἰς ’Ιερουσαλήμ |
3 ἐν δὲ τω̨̃ πορεύεσθαι ἐγένετο αὐτòν ἐγγίζειν τη̨̃ Δαμασκω̨̃ ἐξαίφνης τε αὐτòν περιήστραψεν φω̃ς ἐκ του̃ οὐρανου̃ |
4 καὶ πεσὼν ἐπὶ τὴν γη̃ν ἤκουσεν φωνὴν λέγουσαν αὐτω̨̃ Σαοὺλ Σαούλ τί με διώκεις |
5 εἰ̃πεν δέ τίς εἰ̃ κύριε ὁ δέ ἐγώ εἰμι ’Ιησου̃ς ὃν σὺ διώκεις |
6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι ὅ τί σε δει̃ ποιει̃ν |
7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτω̨̃ εἱστήκεισαν ἐνεοί ἀκούοντες μὲν τη̃ς φωνη̃ς μηδένα δὲ θεωρου̃ντες |
8 ἠγέρθη δὲ Σαυ̃λος ἀπò τη̃ς γη̃ς ἀνεω̨γμένων δὲ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ οὐδὲν ἔβλεπεν χειραγωγου̃ντες δὲ αὐτòν εἰσήγαγον εἰς Δαμασκόν |
9 καὶ ἠ̃ν ἡμέρας τρει̃ς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν |
10 ἠ̃ν δέ τις μαθητὴς ἐν Δαμασκω̨̃ ὀνόματι ‘Ανανίας καὶ εἰ̃πεν πρòς αὐτòν ἐν ὁράματι ὁ κύριος ‘Ανανία ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ κύριε |
11 ὁ δὲ κύριος πρòς αὐτόν ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθει̃αν καὶ ζήτησον ἐν οἰκία̨ ’Ιούδα Σαυ̃λον ὀνόματι Ταρσέα ἰδοὺ γὰρ προσεύχεται |
12 καὶ εἰ̃δεν ἄνδρα ἐν ὁράματι ‘Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτω̨̃ τὰς χει̃ρας ὅπως ἀναβλέψη̨ |
13 ἀπεκρίθη δὲ ‘Ανανίας κύριε ἤκουσα ἀπò πολλω̃ν περὶ του̃ ἀνδρòς τούτου ὅσα κακὰ τοι̃ς ἁγίοις σου ἐποίησεν ἐν ’Ιερουσαλήμ |
14 καὶ ὡ̃δε ἔχει ἐξουσίαν παρὰ τω̃ν ἀρχιερέων δη̃σαι πάντας τοὺς ἐπικαλουμένους τò ὄνομά σου |
15 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ κύριος πορεύου ὅτι σκευ̃ος ἐκλογη̃ς ἐστίν μοι οὑ̃τος του̃ βαστάσαι τò ὄνομά μου ἐνώπιον ἐθνω̃ν τε καὶ βασιλέων υἱω̃ν τε ’Ισραήλ |
16 ἐγὼ γὰρ ὑποδείξω αὐτω̨̃ ὅσα δει̃ αὐτòν ὑπὲρ του̃ ὀνόματός μου παθει̃ν |
17 ἀπη̃λθεν δὲ ‘Ανανίας καὶ εἰση̃λθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ' αὐτòν τὰς χει̃ρας εἰ̃πεν Σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με ’Ιησου̃ς ὁ ὀφθείς σοι ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἤρχου ὅπως ἀναβλέψη̨ς καὶ πλησθη̨̃ς πνεύματος ἁγίου |
18 καὶ εὐθέως ἀπέπεσαν αὐτου̃ ἀπò τω̃ν ὀφθαλμω̃ν ὡς λεπίδες ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη |
19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν ἐγένετο δὲ μετὰ τω̃ν ἐν Δαμασκω̨̃ μαθητω̃ν ἡμέρας τινάς |
20 καὶ εὐθέως ἐν ται̃ς συναγωγαι̃ς ἐκήρυσσεν τòν ’Ιησου̃ν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς του̃ θεου̃ |
21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ πορθήσας εἰς ’Ιερουσαλὴμ τοὺς ἐπικαλουμένους τò ὄνομα του̃το καὶ ὡ̃δε εἰς του̃το ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγη̨ ἐπὶ τοὺς ἀρχιερει̃ς |
22 Σαυ̃λος δὲ μα̃λλον ἐνεδυναμου̃το καὶ συνέχυννεν τοὺς ’Ιουδαίους τοὺς κατοικου̃ντας ἐν Δαμασκω̨̃ συμβιβάζων ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός |