Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 9

ὁ δὲ Σαυ̃λος ἔτι ἐμπνέων ἀπειλη̃ς καὶ φόνου εἰς τοὺς μαθητὰς του̃ κυρίου προσελθὼν τω̨̃ ἀρχιερει̃
ἠ̨τήσατο παρ' αὐτου̃ ἐπιστολὰς εἰς Δαμασκòν πρòς τὰς συναγωγάς ὅπως ἐάν τινας εὕρη̨ τη̃ς ὁδου̃ ὄντας ἄνδρας τε καὶ γυναι̃κας δεδεμένους ἀγάγη̨ εἰς ’Ιερουσαλήμ
ἐν δὲ τω̨̃ πορεύεσθαι ἐγένετο αὐτòν ἐγγίζειν τη̨̃ Δαμασκω̨̃ ἐξαίφνης τε αὐτòν περιήστραψεν φω̃ς ἐκ του̃ οὐρανου̃
καὶ πεσὼν ἐπὶ τὴν γη̃ν ἤκουσεν φωνὴν λέγουσαν αὐτω̨̃ Σαοὺλ Σαούλ τί με διώκεις
εἰ̃πεν δέ τίς εἰ̃ κύριε ὁ δέ ἐγώ εἰμι ’Ιησου̃ς ὃν σὺ διώκεις
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθήσεταί σοι ὅ τί σε δει̃ ποιει̃ν
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτω̨̃ εἱστήκεισαν ἐνεοί ἀκούοντες μὲν τη̃ς φωνη̃ς μηδένα δὲ θεωρου̃ντες
ἠγέρθη δὲ Σαυ̃λος ἀπò τη̃ς γη̃ς ἀνεω̨γμένων δὲ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ οὐδὲν ἔβλεπεν χειραγωγου̃ντες δὲ αὐτòν εἰσήγαγον εἰς Δαμασκόν
καὶ ἠ̃ν ἡμέρας τρει̃ς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν
10 ἠ̃ν δέ τις μαθητὴς ἐν Δαμασκω̨̃ ὀνόματι ‘Ανανίας καὶ εἰ̃πεν πρòς αὐτòν ἐν ὁράματι ὁ κύριος ‘Ανανία ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ κύριε
11 ὁ δὲ κύριος πρòς αὐτόν ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθει̃αν καὶ ζήτησον ἐν οἰκία̨ ’Ιούδα Σαυ̃λον ὀνόματι Ταρσέα ἰδοὺ γὰρ προσεύχεται
12 καὶ εἰ̃δεν ἄνδρα ἐν ὁράματι ‘Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτω̨̃ τὰς χει̃ρας ὅπως ἀναβλέψη̨
13 ἀπεκρίθη δὲ ‘Ανανίας κύριε ἤκουσα ἀπò πολλω̃ν περὶ του̃ ἀνδρòς τούτου ὅσα κακὰ τοι̃ς ἁγίοις σου ἐποίησεν ἐν ’Ιερουσαλήμ
14 καὶ ὡ̃δε ἔχει ἐξουσίαν παρὰ τω̃ν ἀρχιερέων δη̃σαι πάντας τοὺς ἐπικαλουμένους τò ὄνομά σου
15 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ κύριος πορεύου ὅτι σκευ̃ος ἐκλογη̃ς ἐστίν μοι οὑ̃τος του̃ βαστάσαι τò ὄνομά μου ἐνώπιον ἐθνω̃ν τε καὶ βασιλέων υἱω̃ν τε ’Ισραήλ
16 ἐγὼ γὰρ ὑποδείξω αὐτω̨̃ ὅσα δει̃ αὐτòν ὑπὲρ του̃ ὀνόματός μου παθει̃ν
17 ἀπη̃λθεν δὲ ‘Ανανίας καὶ εἰση̃λθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ' αὐτòν τὰς χει̃ρας εἰ̃πεν Σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με ’Ιησου̃ς ὁ ὀφθείς σοι ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἤρχου ὅπως ἀναβλέψη̨ς καὶ πλησθη̨̃ς πνεύματος ἁγίου
18 καὶ εὐθέως ἀπέπεσαν αὐτου̃ ἀπò τω̃ν ὀφθαλμω̃ν ὡς λεπίδες ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη
19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν ἐγένετο δὲ μετὰ τω̃ν ἐν Δαμασκω̨̃ μαθητω̃ν ἡμέρας τινάς
20 καὶ εὐθέως ἐν ται̃ς συναγωγαι̃ς ἐκήρυσσεν τòν ’Ιησου̃ν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς του̃ θεου̃
21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ πορθήσας εἰς ’Ιερουσαλὴμ τοὺς ἐπικαλουμένους τò ὄνομα του̃το καὶ ὡ̃δε εἰς του̃το ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγη̨ ἐπὶ τοὺς ἀρχιερει̃ς
22 Σαυ̃λος δὲ μα̃λλον ἐνεδυναμου̃το καὶ συνέχυννεν τοὺς ’Ιουδαίους τοὺς κατοικου̃ντας ἐν Δαμασκω̨̃ συμβιβάζων ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός
23 ὡς δὲ ἐπληρου̃ντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ ’Ιουδαι̃οι ἀνελει̃ν αὐτόν
24 ἐγνώσθη δὲ τω̨̃ Σαύλω̨ ἡ ἐπιβουλὴ αὐτω̃ν παρετηρου̃ντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτòς ὅπως αὐτòν ἀνέλωσιν
25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτου̃ νυκτòς διὰ του̃ τείχους καθη̃καν αὐτòν χαλάσαντες ἐν σπυρίδι
26 παραγενόμενος δὲ εἰς ’Ιερουσαλὴμ ἐπείραζεν κολλα̃σθαι τοι̃ς μαθηται̃ς καὶ πάντες ἐφοβου̃ντο αὐτόν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής
27 Βαρναβα̃ς δὲ ἐπιλαβόμενος αὐτòν ἤγαγεν πρòς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοι̃ς πω̃ς ἐν τη̨̃ ὁδω̨̃ εἰ̃δεν τòν κύριον καὶ ὅτι ἐλάλησεν αὐτω̨̃ καὶ πω̃ς ἐν Δαμασκω̨̃ ἐπαρρησιάσατο ἐν τω̨̃ ὀνόματι του̃ ’Ιησου̃
28 καὶ ἠ̃ν μετ' αὐτω̃ν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ’Ιερουσαλήμ παρρησιαζόμενος ἐν τω̨̃ ὀνόματι του̃ κυρίου
29 ἐλάλει τε καὶ συνεζήτει πρòς τοὺς ‘Ελληνιστάς οἱ δὲ ἐπεχείρουν ἀνελει̃ν αὐτόν
30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτòν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτòν εἰς Ταρσόν
31 ἡ μὲν οὐ̃ν ἐκκλησία καθ' ὅλης τη̃ς ’Ιουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἰ̃χεν εἰρήνην οἰκοδομουμένη καὶ πορευομένη τω̨̃ φόβω̨ του̃ κυρίου καὶ τη̨̃ παρακλήσει του̃ ἁγίου πνεύματος ἐπληθύνετο
32 ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθει̃ν καὶ πρòς τοὺς ἁγίους τοὺς κατοικου̃ντας Λύδδα
33 εὑ̃ρεν δὲ ἐκει̃ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτω̃ν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου ὃς ἠ̃ν παραλελυμένος
34 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ Πέτρος Αἰνέα ἰα̃ταί σε ’Ιησου̃ς Χριστός ἀνάστηθι καὶ στρω̃σον σεαυτω̨̃ καὶ εὐθέως ἀνέστη
35 καὶ εἰ̃δαν αὐτòν πάντες οἱ κατοικου̃ντες Λύδδα καὶ τòν Σαρω̃να οἵτινες ἐπέστρεψαν ἐπὶ τòν κύριον
36 ἐν ’Ιόππη̨ δέ τις ἠ̃ν μαθήτρια ὀνόματι Ταβιθά ἣ διερμηνευομένη λέγεται Δορκάς αὕτη ἠ̃ν πλήρης ἔργων ἀγαθω̃ν καὶ ἐλεημοσυνω̃ν ὡ̃ν ἐποίει
37 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανει̃ν λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερώ̨ω̨
38 ἐγγὺς δὲ οὔσης Λύδδας τη̨̃ ’Ιόππη̨ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτη̨̃ ἀπέστειλαν δύο ἄνδρας πρòς αὐτòν παρακαλου̃ντες μὴ ὀκνήση̨ς διελθει̃ν ἕως ἡμω̃ν
39 ἀναστὰς δὲ Πέτρος συνη̃λθεν αὐτοι̃ς ὃν παραγενόμενον ἀνήγαγον εἰς τò ὑπερω̨̃ον καὶ παρέστησαν αὐτω̨̃ πα̃σαι αἱ χη̃ραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτω̃νας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτω̃ν οὐ̃σα ἡ Δορκάς
40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο καὶ ἐπιστρέψας πρòς τò σω̃μα εἰ̃πεν Ταβιθά ἀνάστηθι ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτη̃ς καὶ ἰδου̃σα τòν Πέτρον ἀνεκάθισεν
41 δοὺς δὲ αὐτη̨̃ χει̃ρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζω̃σαν
42 γνωστòν δὲ ἐγένετο καθ' ὅλης τη̃ς ’Ιόππης καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τòν κύριον
43 ἐγένετο δὲ ἡμέρας ἱκανὰς μει̃ναι ἐν ’Ιόππη̨ παρά τινι Σίμωνι βυρσει̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).