Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΜΏΣ, κεφαλίς 7

οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βρου̃χος εἱ̃ς Γωγ ὁ βασιλεύς
καὶ ἔσται ἐὰν συντελέση̨ του̃ καταφαγει̃ν τὸν χόρτον τη̃ς γη̃ς καὶ εἰ̃πα κύριε κύριε ἵλεως γενου̃ τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν
μετανόησον κύριε ἐπὶ τούτω̨ καὶ του̃το οὐκ ἔσται λέγει κύριος
οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα
καὶ εἰ̃πα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν
μετανόησον κύριε ἐπὶ τούτω̨ καὶ του̃το οὐ μὴ γένηται λέγει κύριος
οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀδάμας
καὶ εἰ̃πεν κύριος πρός με τί σὺ ὁρα̨̃ς Αμως καὶ εἰ̃πα ἀδάμαντα καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσω̨ λαου̃ μου Ισραηλ οὐκέτι μὴ προσθω̃ του̃ παρελθει̃ν αὐτόν
καὶ ἀφανισθήσονται βωμοὶ του̃ γέλωτος καὶ αἱ τελεταὶ του̃ Ισραηλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἰ̃κον Ιεροβοαμ ἐν ῥομφαία̨
10 καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιει̃ται κατὰ σου̃ Αμως ἐν μέσω̨ οἴκου Ισραηλ οὐ μὴ δύνηται ἡ γη̃ ὑπενεγκει̃ν ἅπαντας τοὺς λόγους αὐτου̃
11 διότι τάδε λέγει Αμως ἐν ῥομφαία̨ τελευτήσει Ιεροβοαμ ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃
12 καὶ εἰ̃πεν Αμασιας πρὸς Αμως ὁ ὁρω̃ν βάδιζε ἐκχώρησον εἰς γη̃ν Ιουδα καὶ ἐκει̃ καταβίου καὶ ἐκει̃ προφητεύσεις
13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθη̨̃ς του̃ προφητευ̃σαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἰ̃κος βασιλείας ἐστίν
14 καὶ ἀπεκρίθη Αμως καὶ εἰ̃πεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα
15 καὶ ἀνέλαβέν με κύριος ἐκ τω̃ν προβάτων καὶ εἰ̃πεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ
16 καὶ νυ̃ν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήση̨ς ἐπὶ τὸν οἰ̃κον Ιακωβ
17 διὰ του̃το τάδε λέγει κύριος ἡ γυνή σου ἐν τη̨̃ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαία̨ πεσου̃νται καὶ ἡ γη̃ σου ἐν σχοινίω̨ καταμετρηθήσεται καὶ σὺ ἐν γη̨̃ ἀκαθάρτω̨ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃
Читать далее:ΑΜΏΣ, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).