ΑΜΏΣ,
κεφαλίς 7,
στἰχοι 10-17
10 καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιει̃ται κατὰ σου̃ Αμως ἐν μέσω̨ οἴκου Ισραηλ οὐ μὴ δύνηται ἡ γη̃ ὑπενεγκει̃ν ἅπαντας τοὺς λόγους αὐτου̃ |
11 διότι τάδε λέγει Αμως ἐν ῥομφαία̨ τελευτήσει Ιεροβοαμ ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃ |
12 καὶ εἰ̃πεν Αμασιας πρὸς Αμως ὁ ὁρω̃ν βάδιζε ἐκχώρησον εἰς γη̃ν Ιουδα καὶ ἐκει̃ καταβίου καὶ ἐκει̃ προφητεύσεις |
13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθη̨̃ς του̃ προφητευ̃σαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἰ̃κος βασιλείας ἐστίν |
14 καὶ ἀπεκρίθη Αμως καὶ εἰ̃πεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα |
15 καὶ ἀνέλαβέν με κύριος ἐκ τω̃ν προβάτων καὶ εἰ̃πεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ |
16 καὶ νυ̃ν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήση̨ς ἐπὶ τὸν οἰ̃κον Ιακωβ |
17 διὰ του̃το τάδε λέγει κύριος ἡ γυνή σου ἐν τη̨̃ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαία̨ πεσου̃νται καὶ ἡ γη̃ σου ἐν σχοινίω̨ καταμετρηθήσεται καὶ σὺ ἐν γη̨̃ ἀκαθάρτω̨ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.