ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ,
κεφαλίς 1,
στἰχοι 26-29
26 τò μυστήριον τò ἀποκεκρυμμένον ἀπò τω̃ν αἰώνων καὶ ἀπò τω̃ν γενεω̃ν νυ̃ν δὲ ἐφανερώθη τοι̃ς ἁγίοις αὐτου̃ |
27 οἱ̃ς ἠθέλησεν ὁ θεòς γνωρίσαι τί τò πλου̃τος τη̃ς δόξης του̃ μυστηρίου τούτου ἐν τοι̃ς ἔθνεσιν ὅ ἐστιν Χριστòς ἐν ὑμι̃ν ἡ ἐλπὶς τη̃ς δόξης |
28 ὃν ἡμει̃ς καταγγέλλομεν νουθετου̃ντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάση̨ σοφία̨ ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστω̨̃ |
29 εἰς ὃ καὶ κοπιω̃ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτου̃ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει |
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ,
κεφαλίς 2,
στἰχοι 1-5
1 θέλω γὰρ ὑμα̃ς εἰδέναι ἡλίκον ἀγω̃να ἔχω ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ ὅσοι οὐχ ἑόρακαν τò πρόσωπόν μου ἐν σαρκί |
2 ἵνα παρακληθω̃σιν αἱ καρδίαι αὐτω̃ν συμβιβασθέντες ἐν ἀγάπη̨ καὶ εἰς πα̃ν πλου̃τος τη̃ς πληροφορίας τη̃ς συνέσεως εἰς ἐπίγνωσιν του̃ μυστηρίου του̃ θεου̃ Χριστου̃ |
3 ἐν ὡ̨̃ εἰσιν πάντες οἱ θησαυροὶ τη̃ς σοφίας καὶ γνώσεως ἀπόκρυφοι |
4 του̃το λέγω ἵνα μηδεὶς ὑμα̃ς παραλογίζηται ἐν πιθανολογία̨ |
5 εἰ γὰρ καὶ τη̨̃ σαρκὶ ἄπειμι ἀλλὰ τω̨̃ πνεύματι σὺν ὑμι̃ν εἰμι χαίρων καὶ βλέπων ὑμω̃ν τὴν τάξιν καὶ τò στερέωμα τη̃ς εἰς Χριστòν πίστεως ὑμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.