Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ, κεφαλίς 2

θέλω γὰρ ὑμα̃ς εἰδέναι ἡλίκον ἀγω̃να ἔχω ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ ὅσοι οὐχ ἑόρακαν τò πρόσωπόν μου ἐν σαρκί
ἵνα παρακληθω̃σιν αἱ καρδίαι αὐτω̃ν συμβιβασθέντες ἐν ἀγάπη̨ καὶ εἰς πα̃ν πλου̃τος τη̃ς πληροφορίας τη̃ς συνέσεως εἰς ἐπίγνωσιν του̃ μυστηρίου του̃ θεου̃ Χριστου̃
ἐν ὡ̨̃ εἰσιν πάντες οἱ θησαυροὶ τη̃ς σοφίας καὶ γνώσεως ἀπόκρυφοι
του̃το λέγω ἵνα μηδεὶς ὑμα̃ς παραλογίζηται ἐν πιθανολογία̨
εἰ γὰρ καὶ τη̨̃ σαρκὶ ἄπειμι ἀλλὰ τω̨̃ πνεύματι σὺν ὑμι̃ν εἰμι χαίρων καὶ βλέπων ὑμω̃ν τὴν τάξιν καὶ τò στερέωμα τη̃ς εἰς Χριστòν πίστεως ὑμω̃ν
ὡς οὐ̃ν παρελάβετε τòν Χριστòν ’Ιησου̃ν τòν κύριον ἐν αὐτω̨̃ περιπατει̃τε
ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτω̨̃ καὶ βεβαιούμενοι τη̨̃ πίστει καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν εὐχαριστία̨
βλέπετε μή τις ὑμα̃ς ἔσται ὁ συλαγωγω̃ν διὰ τη̃ς φιλοσοφίας καὶ κενη̃ς ἀπάτης κατὰ τὴν παράδοσιν τω̃ν ἀνθρώπων κατὰ τὰ στοιχει̃α του̃ κόσμου καὶ οὐ κατὰ Χριστόν
ὅτι ἐν αὐτω̨̃ κατοικει̃ πα̃ν τò πλήρωμα τη̃ς θεότητος σωματικω̃ς
10 καὶ ἐστὲ ἐν αὐτω̨̃ πεπληρωμένοι ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχη̃ς καὶ ἐξουσίας
11 ἐν ὡ̨̃ καὶ περιετμήθητε περιτομη̨̃ ἀχειροποιήτω̨ ἐν τη̨̃ ἀπεκδύσει του̃ σώματος τη̃ς σαρκός ἐν τη̨̃ περιτομη̨̃ του̃ Χριστου̃
12 συνταφέντες αὐτω̨̃ ἐν τω̨̃ βαπτισμω̨̃ ἐν ὡ̨̃ καὶ συνηγέρθητε διὰ τη̃ς πίστεως τη̃ς ἐνεργείας του̃ θεου̃ του̃ ἐγείραντος αὐτòν ἐκ νεκρω̃ν
13 καὶ ὑμα̃ς νεκροὺς ὄντας ἐν τοι̃ς παραπτώμασιν καὶ τη̨̃ ἀκροβυστία̨ τη̃ς σαρκòς ὑμω̃ν συνεζωοποίησεν ὑμα̃ς σὺν αὐτω̨̃ χαρισάμενος ἡμι̃ν πάντα τὰ παραπτώματα
14 ἐξαλείψας τò καθ' ἡμω̃ν χειρόγραφον τοι̃ς δόγμασιν ὃ ἠ̃ν ὑπεναντίον ἡμι̃ν καὶ αὐτò ἠ̃ρκεν ἐκ του̃ μέσου προσηλώσας αὐτò τω̨̃ σταυρω̨̃
15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησία̨ θριαμβεύσας αὐτοὺς ἐν αὐτω̨̃
16 μὴ οὐ̃ν τις ὑμα̃ς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτη̃ς ἢ νεομηνίας ἢ σαββάτων
17 ἅ ἐστιν σκιὰ τω̃ν μελλόντων τò δὲ σω̃μα του̃ Χριστου̃
18 μηδεὶς ὑμα̃ς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνη̨ καὶ θρησκεία̨ τω̃ν ἀγγέλων ἃ ἑόρακεν ἐμβατεύων εἰκη̨̃ φυσιούμενος ὑπò του̃ νοòς τη̃ς σαρκòς αὐτου̃
19 καὶ οὐ κρατω̃ν τὴν κεφαλήν ἐξ οὑ̃ πα̃ν τò σω̃μα διὰ τω̃ν ἁφω̃ν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν του̃ θεου̃
20 εἰ ἀπεθάνετε σὺν Χριστω̨̃ ἀπò τω̃ν στοιχείων του̃ κόσμου τί ὡς ζω̃ντες ἐν κόσμω̨ δογματίζεσθε
21 μὴ ἅψη̨ μηδὲ γεύση̨ μηδὲ θίγη̨ς
22 ἅ ἐστιν πάντα εἰς φθορὰν τη̨̃ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τω̃ν ἀνθρώπων
23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκία̨ καὶ ταπεινοφροσύνη̨ καὶ ἀφειδία̨ σώματος οὐκ ἐν τιμη̨̃ τινι πρòς πλησμονὴν τη̃ς σαρκός
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).