ΔΑΝΙΗΛ,
κεφαλίς 2,
στἰχοι 4-11
4 καὶ ἐλάλησαν οἱ Χαλδαι̃οι τω̨̃ βασιλει̃ Συριστί βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι σὺ εἰπὸν τὸ ἐνύπνιον τοι̃ς παισίν σου καὶ τὴν σύγκρισιν ἀναγγελου̃μεν |
5 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν τοι̃ς Χαλδαίοις ὁ λόγος ἀπ' ἐμου̃ ἀπέστη ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἰ̃κοι ὑμω̃ν διαρπαγήσονται |
6 ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ' ἐμου̃ πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ ἀπαγγείλατέ μοι |
7 ἀπεκρίθησαν δεύτερον καὶ εἰ̃παν ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοι̃ς παισὶν αὐτου̃ καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγελου̃μεν |
8 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν ἐπ' ἀληθείας οἰ̃δα ἐγὼ ὅτι καιρὸν ὑμει̃ς ἐξαγοράζετε καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμου̃ τὸ ῥη̃μα |
9 ἐὰν οὐ̃ν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι οἰ̃δα ὅτι ῥη̃μα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπει̃ν ἐνώπιόν μου ἕως οὑ̃ ὁ καιρὸς παρέλθη̨ τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτου̃ ἀναγγελει̃τέ μοι |
10 ἀπεκρίθησαν οἱ Χαλδαι̃οι ἐνώπιον του̃ βασιλέως καὶ λέγουσιν οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τη̃ς ξηρα̃ς ὅστις τὸ ῥη̃μα του̃ βασιλέως δυνήσεται γνωρίσαι καθότι πα̃ς βασιλεὺς μέγας καὶ ἄρχων ῥη̃μα τοιου̃το οὐκ ἐπερωτα̨̃ ἐπαοιδόν μάγον καὶ Χαλδαι̃ον |
11 ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτα̨̃ βαρύς καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελει̃ αὐτὸν ἐνώπιον του̃ βασιλέως ἀλλ' ἢ θεοί ὡ̃ν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.