Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 3

ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυση̃ν ὕψος αὐτη̃ς πήχεων ἑξήκοντα εὐ̃ρος αὐτη̃ς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίω̨ Δεϊρα ἐν χώρα̨ Βαβυλω̃νος
καὶ ἀπέστειλεν συναγαγει̃ν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιω̃ν καὶ πάντας τοὺς ἄρχοντας τω̃ν χωρω̃ν ἐλθει̃ν εἰς τὰ ἐγκαίνια τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ' ἐξουσιω̃ν καὶ πάντες οἱ ἄρχοντες τω̃ν χωρω̃ν εἰς τὸν ἐγκαινισμὸν τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ
καὶ ὁ κη̃ρυξ ἐβόα ἐν ἰσχύι ὑμι̃ν λέγεται λαοί φυλαί γλω̃σσαι
ἡ̨̃ ἂν ὥρα̨ ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες προσκυνει̃τε τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήση̨ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην
καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες πάντες οἱ λαοί φυλαί γλω̃σσαι προσεκύνουν τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς
τότε προσήλθοσαν ἄνδρες Χαλδαι̃οι καὶ διέβαλον τοὺς Ιουδαίους
τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι
10 σύ βασιλευ̃ ἔθηκας δόγμα πάντα ἄνθρωπον ὃς ἂν ἀκούση̨ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν
11 καὶ μὴ πεσὼν προσκυνήση̨ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην
12 εἰσὶν ἄνδρες Ιουδαι̃οι οὓς κατέστησας ἐπὶ τὰ ἔργα τη̃ς χώρας Βαβυλω̃νος Σεδραχ Μισαχ Αβδεναγω οἱ ἄνδρες ἐκει̃νοι οὐχ ὑπήκουσαν βασιλευ̃ τω̨̃ δόγματί σου τοι̃ς θεοι̃ς σου οὐ λατρεύουσιν καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσκυνου̃σιν
13 τότε Ναβουχοδονοσορ ἐν θυμω̨̃ καὶ ὀργη̨̃ εἰ̃πεν ἀγαγει̃ν τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ ἤχθησαν ἐνώπιον του̃ βασιλέως
14 καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἰ̃πεν αὐτοι̃ς εἰ ἀληθω̃ς Σεδραχ Μισαχ Αβδεναγω τοι̃ς θεοι̃ς μου οὐ λατρεύετε καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησα οὐ προσκυνει̃τε
15 νυ̃ν οὐ̃ν εἰ ἔχετε ἑτοίμως ἵνα ὡς ἂν ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πεσόντες προσκυνήσητε τη̨̃ εἰκόνι ἡ̨̃ ἐποίησα ἐὰν δὲ μὴ προσκυνήσητε αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεσθε εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην καὶ τίς ἐστιν θεός ὃς ἐξελει̃ται ὑμα̃ς ἐκ τω̃ν χειρω̃ν μου
16 καὶ ἀπεκρίθησαν Σεδραχ Μισαχ Αβδεναγω λέγοντες τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ οὐ χρείαν ἔχομεν ἡμει̃ς περὶ του̃ ῥήματος τούτου ἀποκριθη̃ναί σοι
17 ἔστιν γὰρ θεός ὡ̨̃ ἡμει̃ς λατρεύομεν δυνατὸς ἐξελέσθαι ἡμα̃ς ἐκ τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης καὶ ἐκ τω̃ν χειρω̃ν σου βασιλευ̃ ῥύσεται ἡμα̃ς
18 καὶ ἐὰν μή γνωστὸν ἔστω σοι βασιλευ̃ ὅτι τοι̃ς θεοι̃ς σου οὐ λατρεύομεν καὶ τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησας οὐ προσκυνου̃μεν
19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμου̃ καὶ ἡ ὄψις του̃ προσώπου αὐτου̃ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἰ̃πεν ἐκκαυ̃σαι τὴν κάμινον ἑπταπλασίως ἕως οὑ̃ εἰς τέλος ἐκκαη̨̃
20 καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἰ̃πεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλει̃ν εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην
21 τότε οἱ ἄνδρες ἐκει̃νοι ἐπεδήθησαν σὺν τοι̃ς σαραβάροις αὐτω̃ν καὶ τιάραις καὶ περικνημι̃σι καὶ ἐνδύμασιν αὐτω̃ν καὶ ἐβλήθησαν εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης
22 ἐπεὶ τὸ ῥη̃μα του̃ βασιλέως ὑπερίσχυεν καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσου̃
23 καὶ οἱ τρει̃ς οὑ̃τοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης πεπεδημένοι
24 καὶ περιεπάτουν ἐν μέσω̨ τη̃ς φλογὸς ὑμνου̃ντες τὸν θεὸν καὶ εὐλογου̃ντες τὸν κύριον
25 καὶ συστὰς Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτου̃ ἐν μέσω̨ του̃ πυρὸς εἰ̃πεν
26 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετός καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας
27 ὅτι δίκαιος εἰ̃ ἐπὶ πα̃σιν οἱ̃ς ἐποίησας ἡμι̃ν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ εὐθει̃αι αἱ ὁδοί σου καὶ πα̃σαι αἱ κρίσεις σου ἀλήθεια
28 καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμι̃ν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ ὅτι ἐν ἀληθεία̨ καὶ κρίσει ἐπήγαγες πάντα ταυ̃τα διὰ τὰς ἁμαρτίας ἡμω̃ν
29 ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστη̃ναι ἀπὸ σου̃ καὶ ἐξημάρτομεν ἐν πα̃σιν καὶ τω̃ν ἐντολω̃ν σου οὐκ ἠκούσαμεν
30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμι̃ν ἵνα εὐ̃ ἡμι̃ν γένηται
31 καὶ πάντα ὅσα ἡμι̃ν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμι̃ν ἐν ἀληθινη̨̃ κρίσει ἐποίησας
32 καὶ παρέδωκας ἡμα̃ς εἰς χει̃ρας ἐχθρω̃ν ἀνόμων ἐχθίστων ἀποστατω̃ν καὶ βασιλει̃ ἀδίκω̨ καὶ πονηροτάτω̨ παρὰ πα̃σαν τὴν γη̃ν
33 καὶ νυ̃ν οὐκ ἔστιν ἡμι̃ν ἀνοι̃ξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοι̃ς δούλοις σου καὶ τοι̃ς σεβομένοις σε
34 μὴ δὴ παραδω̨̃ς ἡμα̃ς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάση̨ς τὴν διαθήκην σου
35 καὶ μὴ ἀποστήση̨ς τὸ ἔλεός σου ἀφ' ἡμω̃ν δι' Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σου̃ καὶ διὰ Ισαακ τὸν δου̃λόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου
36 οἱ̃ς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθυ̃ναι τὸ σπέρμα αὐτω̃ν ὡς τὰ ἄστρα του̃ οὐρανου̃ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης
37 ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάση̨ τη̨̃ γη̨̃ σήμερον διὰ τὰς ἁμαρτίας ἡμω̃ν
38 καὶ οὐκ ἔστιν ἐν τω̨̃ καιρω̨̃ τούτω̨ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐ τόπος του̃ καρπω̃σαι ἐναντίον σου καὶ εὑρει̃ν ἔλεος
39 ἀλλ' ἐν ψυχη̨̃ συντετριμμένη̨ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασιν κριω̃ν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνω̃ν πιόνων
40 οὕτως γενέσθω θυσία ἡμω̃ν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου ὅτι οὐκ ἔσται αἰσχύνη τοι̃ς πεποιθόσιν ἐπὶ σοί
41 καὶ νυ̃ν ἐξακολουθου̃μεν ἐν ὅλη̨ καρδία̨ καὶ φοβούμεθά σε καὶ ζητου̃μεν τὸ πρόσωπόν σου μὴ καταισχύνη̨ς ἡμα̃ς
42 ἀλλὰ ποίησον μεθ' ἡμω̃ν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλη̃θος του̃ ἐλέους σου
43 καὶ ἐξελου̃ ἡμα̃ς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τω̨̃ ὀνόματί σου κύριε
44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοι̃ς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας καὶ ἡ ἰσχὺς αὐτω̃ν συντριβείη
45 γνώτωσαν ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην
46 καὶ οὐ διέλειπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται του̃ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα
47 καὶ διεχει̃το ἡ φλὸξ ἐπάνω τη̃ς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα
48 καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὑ̃ρεν περὶ τὴν κάμινον τω̃ν Χαλδαίων
49 ὁ δὲ ἄγγελος κυρίου συγκατέβη ἅμα τοι̃ς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξεν τὴν φλόγα του̃ πυρὸς ἐκ τη̃ς καμίνου
50 καὶ ἐποίησεν τὸ μέσον τη̃ς καμίνου ὡς πνευ̃μα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτω̃ν τὸ καθόλου τὸ πυ̃ρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοι̃ς
51 τότε οἱ τρει̃ς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τη̨̃ καμίνω̨ λέγοντες
52 εὐλογητὸς εἰ̃ κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας καὶ εὐλογημένον τὸ ὄνομα τη̃ς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰω̃νας
53 εὐλογημένος εἰ̃ ἐν τω̨̃ ναω̨̃ τη̃ς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰω̃νας
54 εὐλογημένος εἰ̃ ἐπὶ θρόνου τη̃ς βασιλείας σου καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας
55 εὐλογημένος εἰ̃ ὁ ἐπιβλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰω̃νας
56 εὐλογημένος εἰ̃ ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰω̃νας
57 εὐλογει̃τε πάντα τὰ ἔργα κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
58 εὐλογει̃τε ἄγγελοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
59 εὐλογει̃τε οὐρανοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
60 εὐλογει̃τε ὕδατα πάντα τὰ ἐπάνω του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
61 εὐλογει̃τε πα̃σαι αἱ δυνάμεις τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
62 εὐλογει̃τε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
63 εὐλογει̃τε ἄστρα του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
64 εὐλογει̃τε πα̃ς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
65 εὐλογει̃τε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
66 εὐλογει̃τε πυ̃ρ καὶ καυ̃μα τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
67 εὐλογει̃τε ψυ̃χος καὶ καύσων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
68 εὐλογει̃τε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
69 εὐλογει̃τε πάγος καὶ ψυ̃χος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
70 εὐλογει̃τε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
71 εὐλογει̃τε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
72 εὐλογει̃τε φω̃ς καὶ σκότος τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
73 εὐλογει̃τε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
74 εὐλογείτω ἡ γη̃ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰω̃νας
75 εὐλογει̃τε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
76 εὐλογει̃τε πάντα τὰ φυόμενα ἐν τη̨̃ γη̨̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
77 εὐλογει̃τε αἱ πηγαί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
78 εὐλογει̃τε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
79 εὐλογει̃τε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοι̃ς ὕδασιν τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
80 εὐλογει̃τε πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
81 εὐλογει̃τε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
82 εὐλογει̃τε οἱ υἱοὶ τω̃ν ἀνθρώπων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
83 εὐλογει̃τε Ισραηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
84 εὐλογει̃τε ἱερει̃ς κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
85 εὐλογει̃τε δου̃λοι κυρίου τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
86 εὐλογει̃τε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
87 εὐλογει̃τε ὅσιοι καὶ ταπεινοὶ τη̨̃ καρδία̨ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας
88 εὐλογει̃τε Ανανια Αζαρια Μισαηλ τὸν κύριον ὑμνει̃τε καὶ ὑπερυψου̃τε αὐτὸν εἰς τοὺς αἰω̃νας ὅτι ἐξείλατο ἡμα̃ς ἐξ ἅ̨δου καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμα̃ς καὶ ἐρρύσατο ἡμα̃ς ἐκ μέσου καμίνου καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐρρύσατο ἡμα̃ς
89 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
90 εὐλογει̃τε πάντες οἱ σεβόμενοι τὸν κύριον τὸν θεὸν τω̃ν θεω̃ν ὑμνει̃τε καὶ ἐξομολογει̃σθε ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
91 καὶ Ναβουχοδονοσορ ἤκουσεν ὑμνούντων αὐτω̃ν καὶ ἐθαύμασεν καὶ ἐξανέστη ἐν σπουδη̨̃ καὶ εἰ̃πεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ οὐχὶ ἄνδρας τρει̃ς ἐβάλομεν εἰς μέσον του̃ πυρὸς πεπεδημένους καὶ εἰ̃παν τω̨̃ βασιλει̃ ἀληθω̃ς βασιλευ̃
92 καὶ εἰ̃πεν ὁ βασιλεύς ἰδοὺ ἐγὼ ὁρω̃ ἄνδρας τέσσαρας λελυμένους καὶ περιπατου̃ντας ἐν μέσω̨ του̃ πυρός καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοι̃ς καὶ ἡ ὅρασις του̃ τετάρτου ὁμοία υἱω̨̃ θεου̃
93 τότε προση̃λθεν Ναβουχοδονοσορ πρὸς τὴν θύραν τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης καὶ εἰ̃πεν Σεδραχ Μισαχ Αβδεναγω οἱ δου̃λοι του̃ θεου̃ του̃ ὑψίστου ἐξέλθετε καὶ δευ̃τε καὶ ἐξη̃λθον Σεδραχ Μισαχ Αβδεναγω ἐκ μέσου του̃ πυρός
94 καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται του̃ βασιλέως καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πυ̃ρ του̃ σώματος αὐτω̃ν καὶ ἡ θρὶξ τη̃ς κεφαλη̃ς αὐτω̃ν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτω̃ν οὐκ ἠλλοιώθη καὶ ὀσμὴ πυρὸς οὐκ ἠ̃ν ἐν αὐτοι̃ς
95 καὶ ἀπεκρίθη Ναβουχοδονοσορ καὶ εἰ̃πεν εὐλογητὸς ὁ θεὸς του̃ Σεδραχ Μισαχ Αβδεναγω ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτου̃ καὶ ἐξείλατο τοὺς παι̃δας αὐτου̃ ὅτι ἐπεποίθεισαν ἐπ' αὐτω̨̃ καὶ τὸ ῥη̃μα του̃ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτω̃ν εἰς πυ̃ρ ὅπως μὴ λατρεύσωσιν μηδὲ προσκυνήσωσιν παντὶ θεω̨̃ ἀλλ' ἢ τω̨̃ θεω̨̃ αὐτω̃ν
96 καὶ ἐγὼ ἐκτίθεμαι δόγμα πα̃ς λαός φυλή γλω̃σσα ἣ ἂν εἴπη̨ βλασφημίαν κατὰ του̃ θεου̃ Σεδραχ Μισαχ Αβδεναγω εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἰ̃κοι αὐτω̃ν εἰς διαρπαγήν καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως
97 τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδραχ Μισαχ Αβδεναγω ἐν τη̨̃ χώρα̨ Βαβυλω̃νος καὶ ἠξίωσεν αὐτοὺς ἡγει̃σθαι πάντων τω̃ν Ιουδαίων τω̃ν ὄντων ἐν τη̨̃ βασιλεία̨ αὐτου̃
Читать далее:ΔΑΝΙΗΛ, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).