ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ,
κεφαλίς 12,
στἰχοι 2-12
2 ἀπωλεία̨ ἀπολει̃τε πάντας τοὺς τόπους ἐν οἱ̃ς ἐλάτρευσαν ἐκει̃ τοι̃ς θεοι̃ς αὐτω̃ν οὓς ὑμει̃ς κληρονομει̃τε αὐτούς ἐπὶ τω̃ν ὀρέων τω̃ν ὑψηλω̃ν καὶ ἐπὶ τω̃ν θινω̃ν καὶ ὑποκάτω δένδρου δασέος |
3 καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτω̃ν καὶ συντρίψετε τὰς στήλας αὐτω̃ν καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε πυρί καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτω̃ν ἐκ του̃ τόπου ἐκείνου |
4 οὐ ποιήσετε οὕτως κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν |
5 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμω̃ν ἐν μια̨̃ τω̃ν φυλω̃ν ὑμω̃ν ἐπονομάσαι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐπικληθη̃ναι καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκει̃ |
6 καὶ οἴσετε ἐκει̃ τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ θυσιάσματα ὑμω̃ν καὶ τὰς ἀπαρχὰς ὑμω̃ν καὶ τὰς εὐχὰς ὑμω̃ν καὶ τὰ ἑκούσια ὑμω̃ν καὶ τὰ πρωτότοκα τω̃ν βοω̃ν ὑμω̃ν καὶ τω̃ν προβάτων ὑμω̃ν |
7 καὶ φάγεσθε ἐκει̃ ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ εὐφρανθήσεσθε ἐπὶ πα̃σιν οὑ̃ ἂν τὴν χει̃ρα ἐπιβάλητε ὑμει̃ς καὶ οἱ οἰ̃κοι ὑμω̃ν καθότι εὐλόγησέν σε κύριος ὁ θεός σου |
8 οὐ ποιήσετε πάντα ἃ ἡμει̃ς ποιου̃μεν ὡ̃δε σήμερον ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃ |
9 οὐ γὰρ ἥκατε ἕως του̃ νυ̃ν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν |
10 καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεὸς ὑμω̃ν κατακληρονομει̃ ὑμι̃ν καὶ καταπαύσει ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν ὑμω̃ν τω̃ν κύκλω̨ καὶ κατοικήσετε μετὰ ἀσφαλείας |
11 καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμω̃ν ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐκει̃ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ θυσιάσματα ὑμω̃ν καὶ τὰ ἐπιδέκατα ὑμω̃ν καὶ τὰς ἀπαρχὰς τω̃ν χειρω̃ν ὑμω̃ν καὶ τὰ δόματα ὑμω̃ν καὶ πα̃ν ἐκλεκτὸν τω̃ν δώρων ὑμω̃ν ὅσα ἐὰν εὔξησθε τω̨̃ θεω̨̃ ὑμω̃ν |
12 καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν ὑμει̃ς καὶ οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν οἱ παι̃δες ὑμω̃ν καὶ αἱ παιδίσκαι ὑμω̃ν καὶ ὁ Λευίτης ὁ ἐπὶ τω̃ν πυλω̃ν ὑμω̃ν ὅτι οὐκ ἔστιν αὐτω̨̃ μερὶς οὐδὲ κλη̃ρος μεθ' ὑμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.