1 ἐὰν δὲ ἀναστη̨̃ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δω̨̃ σοι σημει̃ον ἢ τέρας |
2 καὶ ἔλθη̨ τὸ σημει̃ον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων πορευθω̃μεν καὶ λατρεύσωμεν θεοι̃ς ἑτέροις οὓς οὐκ οἴδατε |
3 οὐκ ἀκούσεσθε τω̃ν λόγων του̃ προφήτου ἐκείνου ἢ του̃ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκει̃νο ὅτι πειράζει κύριος ὁ θεὸς ὑμα̃ς εἰδέναι εἰ ἀγαπα̃τε κύριον τὸν θεὸν ὑμω̃ν ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν |
4 ὀπίσω κυρίου του̃ θεου̃ ὑμω̃ν πορεύεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτου̃ φυλάξεσθε καὶ τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσεσθε καὶ αὐτω̨̃ προστεθήσεσθε |
5 καὶ ὁ προφήτης ἐκει̃νος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκει̃νος ἀποθανει̃ται ἐλάλησεν γὰρ πλανη̃σαί σε ἀπὸ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου του̃ λυτρωσαμένου σε ἐκ τη̃ς δουλείας ἐξω̃σαί σε ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτη̨̃ καὶ ἀφανιει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν |
6 ἐὰν δὲ παρακαλέση̨ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπω̨ σου ἢ ὁ φίλος ὁ ἴσος τη̃ς ψυχη̃ς σου λάθρα̨ λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοι̃ς ἑτέροις οὓς οὐκ ἤ̨δεις σὺ καὶ οἱ πατέρες σου |
7 ἀπὸ τω̃ν θεω̃ν τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ ὑμω̃ν τω̃ν ἐγγιζόντων σοι ἢ τω̃ν μακρὰν ἀπὸ σου̃ ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς |
8 οὐ συνθελήσεις αὐτω̨̃ καὶ οὐκ εἰσακούση̨ αὐτου̃ καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτω̨̃ οὐκ ἐπιποθήσεις ἐπ' αὐτω̨̃ οὐδ' οὐ μὴ σκεπάση̨ς αὐτόν |
9 ἀναγγέλλων ἀναγγελει̃ς περὶ αὐτου̃ αἱ χει̃ρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτοις ἀποκτει̃ναι αὐτόν καὶ αἱ χει̃ρες παντὸς του̃ λαου̃ ἐπ' ἐσχάτω̨ |
10 καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις καὶ ἀποθανει̃ται ὅτι ἐζήτησεν ἀποστη̃σαί σε ἀπὸ κυρίου του̃ θεου̃ σου του̃ ἐξαγαγόντος σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας |
11 καὶ πα̃ς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιη̃σαι κατὰ τὸ ῥη̃μα τὸ πονηρὸν του̃το ἐν ὑμι̃ν |
12 ἐὰν δὲ ἀκούση̨ς ἐν μια̨̃ τω̃ν πόλεών σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικει̃ν σε ἐκει̃ λεγόντων |
13 ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμω̃ν καὶ ἀπέστησαν πάντας τοὺς κατοικου̃ντας τὴν πόλιν αὐτω̃ν λέγοντες πορευθω̃μεν καὶ λατρεύσωμεν θεοι̃ς ἑτέροις οὓς οὐκ ἤ̨δειτε |
14 καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα καὶ ἰδοὺ ἀληθὴς σαφω̃ς ὁ λόγος γεγένηται τὸ βδέλυγμα του̃το ἐν ὑμι̃ν |
15 ἀναιρω̃ν ἀνελει̃ς πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ πόλει ἐκείνη̨ ἐν φόνω̨ μαχαίρας ἀναθέματι ἀναθεματιει̃τε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃ |
16 καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς συνάξεις εἰς τὰς διόδους αὐτη̃ς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς πανδημεὶ ἐναντίον κυρίου του̃ θεου̃ σου καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰω̃να οὐκ ἀνοικοδομηθήσεται ἔτι |
17 οὐ προσκολληθήσεται ἐν τη̨̃ χειρί σου οὐδὲν ἀπὸ του̃ ἀναθέματος ἵνα ἀποστραφη̨̃ κύριος ἀπὸ θυμου̃ τη̃ς ὀργη̃ς αὐτου̃ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνει̃ σε ὃν τρόπον ὤμοσεν κύριος τοι̃ς πατράσιν σου |
18 ἐὰν ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιει̃ν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου του̃ θεου̃ σου |