ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ,
κεφαλίς 15,
στἰχοι 12-18
12 ἐὰν δὲ πραθη̨̃ σοι ὁ ἀδελφός σου ὁ Εβραι̃ος ἢ ἡ Εβραία δουλεύσει σοι ἓξ ἔτη καὶ τω̨̃ ἑβδόμω̨ ἐξαποστελει̃ς αὐτὸν ἐλεύθερον ἀπὸ σου̃ |
13 ὅταν δὲ ἐξαποστέλλη̨ς αὐτὸν ἐλεύθερον ἀπὸ σου̃ οὐκ ἐξαποστελει̃ς αὐτὸν κενόν |
14 ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τω̃ν προβάτων σου καὶ ἀπὸ του̃ σίτου σου καὶ ἀπὸ τη̃ς ληνου̃ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτω̨̃ |
15 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκει̃θεν διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το |
16 ἐὰν δὲ λέγη̨ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σου̃ ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου ὅτι εὐ̃ αὐτω̨̃ ἐστιν παρὰ σοί |
17 καὶ λήμψη̨ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτου̃ πρὸς τὴν θύραν καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰω̃να καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως |
18 οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτω̃ν ἐλευθέρων ἀπὸ σου̃ ὅτι ἐφέτιον μισθὸν του̃ μισθωτου̃ ἐδούλευσέν σοι ἓξ ἔτη καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πα̃σιν οἱ̃ς ἐὰν ποιη̨̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.