1 οὐ θύσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου μόσχον ἢ πρόβατον ἐν ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ μω̃μος πα̃ν ῥη̃μα πονηρόν ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σού ἐστιν |
2 ἐὰν δὲ εὑρεθη̨̃ ἐν σοὶ ἐν μια̨̃ τω̃ν πόλεών σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι ἀνὴρ ἢ γυνή ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου του̃ θεου̃ σου παρελθει̃ν τὴν διαθήκην αὐτου̃ |
3 καὶ ἐλθόντες λατρεύσωσιν θεοι̃ς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοι̃ς τω̨̃ ἡλίω̨ ἢ τη̨̃ σελήνη̨ ἢ παντὶ τω̃ν ἐκ του̃ κόσμου του̃ οὐρανου̃ ἃ οὐ προσέταξεν |
4 καὶ ἀναγγελη̨̃ σοι καὶ ἐκζητήσεις σφόδρα καὶ ἰδοὺ ἀληθω̃ς γέγονεν τὸ ῥη̃μα γεγένηται τὸ βδέλυγμα του̃το ἐν Ισραηλ |
5 καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκει̃νον ἢ τὴν γυναι̃κα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις καὶ τελευτήσουσιν |
6 ἐπὶ δυσὶν μάρτυσιν ἢ ἐπὶ τρισὶν μάρτυσιν ἀποθανει̃ται ὁ ἀποθνή̨σκων οὐκ ἀποθανει̃ται ἐφ' ἑνὶ μάρτυρι |
7 καὶ ἡ χεὶρ τω̃ν μαρτύρων ἔσται ἐπ' αὐτω̨̃ ἐν πρώτοις θανατω̃σαι αὐτόν καὶ ἡ χεὶρ παντὸς του̃ λαου̃ ἐπ' ἐσχάτων καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν |
8 ἐὰν δὲ ἀδυνατήση̨ ἀπὸ σου̃ ῥη̃μα ἐν κρίσει ἀνὰ μέσον αἱ̃μα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁφὴ ἁφη̃ς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας ῥήματα κρίσεως ἐν ται̃ς πόλεσιν ὑμω̃ν καὶ ἀναστὰς ἀναβήση̨ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ |
9 καὶ ἐλεύση̨ πρὸς τοὺς ἱερει̃ς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν ὃς ἂν γένηται ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐκζητήσαντες ἀναγγελου̃σίν σοι τὴν κρίσιν |
10 καὶ ποιήσεις κατὰ τὸ πρα̃γμα ὃ ἐὰν ἀναγγείλωσίν σοι ἐκ του̃ τόπου οὑ̃ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ καὶ φυλάξη̨ σφόδρα ποιη̃σαι κατὰ πάντα ὅσα ἐὰν νομοθετηθη̨̃ σοι |
11 κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἣν ἂν εἴπωσίν σοι ποιήσεις οὐκ ἐκκλινει̃ς ἀπὸ του̃ ῥήματος οὑ̃ ἐὰν ἀναγγείλωσίν σοι δεξιὰ οὐδὲ ἀριστερά |
12 καὶ ὁ ἄνθρωπος ὃς ἂν ποιήση̨ ἐν ὑπερηφανία̨ του̃ μὴ ὑπακου̃σαι του̃ ἱερέως του̃ παρεστηκότος λειτουργει̃ν ἐπὶ τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ σου ἢ του̃ κριτου̃ ὃς ἂν ἠ̨̃ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἀποθανει̃ται ὁ ἄνθρωπος ἐκει̃νος καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ Ισραηλ |
13 καὶ πα̃ς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι |
14 ἐὰν δὲ εἰσέλθη̨ς εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ καὶ κληρονομήση̨ς αὐτὴν καὶ κατοικήση̨ς ἐπ' αὐτη̃ς καὶ εἴπη̨ς καταστήσω ἐπ' ἐμαυτὸν ἄρχοντα καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλω̨ μου |
15 καθιστω̃ν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν ἐκ τω̃ν ἀδελφω̃ν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐ δυνήση̨ καταστη̃σαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον ὅτι οὐκ ἀδελφός σού ἐστιν |
16 διότι οὐ πληθυνει̃ ἑαυτω̨̃ ἵππον οὐδὲ μὴ ἀποστρέψη̨ τὸν λαὸν εἰς Αἴγυπτον ὅπως πληθύνη̨ ἑαυτω̨̃ ἵππον ὁ δὲ κύριος εἰ̃πεν οὐ προσθήσετε ἀποστρέψαι τη̨̃ ὁδω̨̃ ταύτη̨ ἔτι |
17 καὶ οὐ πληθυνει̃ ἑαυτω̨̃ γυναι̃κας οὐδὲ μεταστήσεται αὐτου̃ ἡ καρδία καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνει̃ ἑαυτω̨̃ σφόδρα |
18 καὶ ἔσται ὅταν καθίση̨ ἐπὶ τη̃ς ἀρχη̃ς αὐτου̃ καὶ γράψει ἑαυτω̨̃ τὸ δευτερονόμιον του̃το εἰς βιβλίον παρὰ τω̃ν ἱερέων τω̃ν Λευιτω̃ν |
19 καὶ ἔσται μετ' αὐτου̃ καὶ ἀναγνώσεται ἐν αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ ἵνα μάθη̨ φοβει̃σθαι κύριον τὸν θεὸν αὐτου̃ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταυ̃τα ποιει̃ν |
20 ἵνα μὴ ὑψωθη̨̃ ἡ καρδία αὐτου̃ ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ ἵνα μὴ παραβη̨̃ ἀπὸ τω̃ν ἐντολω̃ν δεξιὰ ἢ ἀριστερά ὅπως ἂν μακροχρονίση̨ ἐπὶ τη̃ς ἀρχη̃ς αὐτου̃ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἐν τοι̃ς υἱοι̃ς Ισραηλ |