Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 2

καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς
καὶ εἰ̃πεν κύριος πρός με
ἱκανούσθω ὑμι̃ν κυκλου̃ν τὸ ὄρος του̃το ἐπιστράφητε οὐ̃ν ἐπὶ βορρα̃ν
καὶ τω̨̃ λαω̨̃ ἔντειλαι λέγων ὑμει̃ς παραπορεύεσθε διὰ τω̃ν ὁρίων τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ησαυ οἳ κατοικου̃σιν ἐν Σηιρ καὶ φοβηθήσονται ὑμα̃ς καὶ εὐλαβηθήσονται ὑμα̃ς σφόδρα
μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δω̃ ὑμι̃ν ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν οὐδὲ βη̃μα ποδός ὅτι ἐν κλήρω̨ δέδωκα τοι̃ς υἱοι̃ς Ησαυ τὸ ὄρος τὸ Σηιρ
βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτω̃ν καὶ φάγεσθε καὶ ὕδωρ μέτρω̨ λήμψεσθε παρ' αὐτω̃ν ἀργυρίου καὶ πίεσθε
ὁ γὰρ κύριος ὁ θεὸς ἡμω̃ν εὐλόγησέν σε ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου διάγνωθι πω̃ς διη̃λθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σου̃ οὐκ ἐπεδεήθης ῥήματος
καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμω̃ν υἱοὺς Ησαυ τοὺς κατοικου̃ντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ
καὶ εἰ̃πεν κύριος πρός με μὴ ἐχθραίνετε τοι̃ς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δω̃ ὑμι̃ν ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἐν κλήρω̨ τοι̃ς γὰρ υἱοι̃ς Λωτ δέδωκα τὴν Σηιρ κληρονομει̃ν
10 οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτη̃ς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ
11 Ραφαϊν λογισθήσονται καὶ οὑ̃τοι ὥσπερ οἱ Ενακιμ καὶ οἱ Μωαβι̃ται ἐπονομάζουσιν αὐτοὺς Ομμιν
12 καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραι̃ος πρότερον καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτω̃ν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γη̃ν τη̃ς κληρονομίας αὐτου̃ ἣν δέδωκεν κύριος αὐτοι̃ς
13 νυ̃ν οὐ̃ν ἀνάστητε καὶ ἀπάρατε ὑμει̃ς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ
14 καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὑ̃ παρήλθομεν τὴν φάραγγα Ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὑ̃ διέπεσεν πα̃σα γενεὰ ἀνδρω̃ν πολεμιστω̃ν ἀποθνή̨σκοντες ἐκ τη̃ς παρεμβολη̃ς καθότι ὤμοσεν αὐτοι̃ς ὁ θεός
15 καὶ ἡ χεὶρ του̃ θεου̃ ἠ̃ν ἐπ' αὐτοι̃ς ἐξαναλω̃σαι αὐτοὺς ἐκ τη̃ς παρεμβολη̃ς ἕως οὑ̃ διέπεσαν
16 καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνή̨σκοντες ἐκ μέσου του̃ λαου̃
17 καὶ ἐλάλησεν κύριος πρός με λέγων
18 σὺ παραπορεύση̨ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ
19 καὶ προσάξετε ἐγγὺς υἱω̃ν Αμμαν μὴ ἐχθραίνετε αὐτοι̃ς καὶ μὴ συνάψητε αὐτοι̃ς εἰς πόλεμον οὐ γὰρ μὴ δω̃ ἀπὸ τη̃ς γη̃ς υἱω̃ν Αμμαν σοὶ ἐν κλήρω̨ ὅτι τοι̃ς υἱοι̃ς Λωτ δέδωκα αὐτὴν ἐν κλήρω̨
20 γη̃ Ραφαϊν λογισθήσεται καὶ γὰρ ἐπ' αὐτη̃ς κατώ̨κουν οἱ Ραφαϊν τὸ πρότερον καὶ οἱ Αμμανι̃ται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν
21 ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμω̃ν ὥσπερ οἱ Ενακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτω̃ν καὶ κατεκληρονόμησαν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς ἡμέρας ταύτης
22 ὥσπερ ἐποίησαν τοι̃ς υἱοι̃ς Ησαυ τοι̃ς κατοικου̃σιν ἐν Σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν Χορραι̃ον ἀπὸ προσώπου αὐτω̃ν καὶ κατεκληρονόμησαν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς ἡμέρας ταύτης
23 καὶ οἱ Ευαι̃οι οἱ κατοικου̃ντες ἐν ασηρωθ ἕως Γάζης καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν
24 νυ̃ν οὐ̃ν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμει̃ς τὴν φάραγγα Αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χει̃ράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ τὴν γη̃ν αὐτου̃ ἐνάρχου κληρονομει̃ν σύναπτε πρὸς αὐτὸν πόλεμον
25 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐνάρχου δου̃ναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τω̃ν ἐθνω̃ν τω̃ν ὑποκάτω του̃ οὐρανου̃ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδι̃νας ἕξουσιν ἀπὸ προσώπου σου
26 καὶ ἀπέστειλα πρέσβεις ἐκ τη̃ς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοι̃ς λέγων
27 παρελεύσομαι διὰ τη̃ς γη̃ς σου ἐν τη̨̃ ὁδω̨̃ παρελεύσομαι οὐχὶ ἐκκλινω̃ δεξιὰ οὐδὲ ἀριστερά
28 βρώματα ἀργυρίου ἀποδώση̨ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώση̨ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοι̃ς ποσίν
29 καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικου̃ντες ἐν Σηιρ καὶ οἱ Μωαβι̃ται οἱ κατοικου̃ντες ἐν Αροηρ ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ἡμι̃ν
30 καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθει̃ν ἡμα̃ς δι' αὐτου̃ ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμω̃ν τὸ πνευ̃μα αὐτου̃ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτου̃ ἵνα παραδοθη̨̃ εἰς τὰς χει̃ράς σου ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
31 καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ ἠ̃ργμαι παραδου̃ναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ τὴν γη̃ν αὐτου̃ ἔναρξαι κληρονομη̃σαι τὴν γη̃ν αὐτου̃
32 καὶ ἐξη̃λθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμι̃ν αὐτὸς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον Ιασσα
33 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμω̃ν πρὸ προσώπου ἡμω̃ν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃
34 καὶ ἐκρατήσαμεν πασω̃ν τω̃ν πόλεων αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐξωλεθρεύσαμεν πα̃σαν πόλιν ἑξη̃ς καὶ τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν οὐ κατελίπομεν ζωγρείαν
35 πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκυ̃λα τω̃ν πόλεων ἐλάβομεν
36 ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χει̃λος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὐ̃σαν ἐν τη̨̃ φάραγγι καὶ ἕως ὄρους του̃ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμα̃ς τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν
37 πλὴν εἰς γη̃ν υἱω̃ν Αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυρου̃ντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τη̨̃ ὀρεινη̨̃ καθότι ἐνετείλατο ἡμι̃ν κύριος ὁ θεὸς ἡμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).