Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 25

ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων καὶ προσέλθωσιν εἰς κρίσιν καὶ κρίνωσιν καὶ δικαιώσωσιν τὸν δίκαιον καὶ καταγνω̃σιν του̃ ἀσεβου̃ς
καὶ ἔσται ἐὰν ἄξιος ἠ̨̃ πληγω̃ν ὁ ἀσεβω̃ν καὶ καθιει̃ς αὐτὸν ἔναντι τω̃ν κριτω̃ν καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτω̃ν κατὰ τὴν ἀσέβειαν αὐτου̃ ἀριθμω̨̃
τεσσαράκοντα μαστιγώσουσιν αὐτόν οὐ προσθήσουσιν ἐὰν δὲ προσθω̃σιν μαστιγω̃σαι αὐτὸν ὑπὲρ ταύτας τὰς πληγὰς πλείους ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου
οὐ φιμώσεις βου̃ν ἀλοω̃ντα
ἐὰν δὲ κατοικω̃σιν ἀδελφοὶ ἐπὶ τὸ αὐτὸ καὶ ἀποθάνη̨ εἱ̃ς ἐξ αὐτω̃ν σπέρμα δὲ μὴ ἠ̨̃ αὐτω̨̃ οὐκ ἔσται ἡ γυνὴ του̃ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι ὁ ἀδελφὸς του̃ ἀνδρὸς αὐτη̃ς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήμψεται αὐτὴν ἑαυτω̨̃ γυναι̃κα καὶ συνοικήσει αὐτη̨̃
καὶ ἔσται τὸ παιδίον ὃ ἐὰν τέκη̨ κατασταθήσεται ἐκ του̃ ὀνόματος του̃ τετελευτηκότος καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτου̃ ἐξ Ισραηλ
ἐὰν δὲ μὴ βούληται ὁ ἄνθρωπος λαβει̃ν τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρει̃ οὐ θέλει ὁ ἀδελφὸς του̃ ἀνδρός μου ἀναστη̃σαι τὸ ὄνομα του̃ ἀδελφου̃ αὐτου̃ ἐν Ισραηλ οὐκ ἠθέλησεν ὁ ἀδελφὸς του̃ ἀνδρός μου
καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τη̃ς πόλεως αὐτου̃ καὶ ἐρου̃σιν αὐτω̨̃ καὶ στὰς εἴπη̨ οὐ βούλομαι λαβει̃ν αὐτήν
καὶ προσελθου̃σα ἡ γυνὴ του̃ ἀδελφου̃ αὐτου̃ ἔναντι τη̃ς γερουσίας καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτου̃ τὸ ἓν ἀπὸ του̃ ποδὸς αὐτου̃ καὶ ἐμπτύσεται εἰς τὸ πρόσωπον αὐτου̃ καὶ ἀποκριθει̃σα ἐρει̃ οὕτως ποιήσουσιν τω̨̃ ἀνθρώπω̨ ὃς οὐκ οἰκοδομήσει τὸν οἰ̃κον του̃ ἀδελφου̃ αὐτου̃
10 καὶ κληθήσεται τὸ ὄνομα αὐτου̃ ἐν Ισραηλ οἰ̃κος του̃ ὑπολυθέντος τὸ ὑπόδημα
11 ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό ἄνθρωπος μετὰ του̃ ἀδελφου̃ αὐτου̃ καὶ προσέλθη̨ γυνὴ ἑνὸς αὐτω̃ν ἐξελέσθαι τὸν ἄνδρα αὐτη̃ς ἐκ χειρὸς του̃ τύπτοντος αὐτὸν καὶ ἐκτείνασα τὴν χει̃ρα ἐπιλάβηται τω̃ν διδύμων αὐτου̃
12 ἀποκόψεις τὴν χει̃ρα αὐτη̃ς οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτη̨̃
13 οὐκ ἔσται ἐν τω̨̃ μαρσίππω̨ σου στάθμιον καὶ στάθμιον μέγα ἢ μικρόν
14 οὐκ ἔσται ἐν τη̨̃ οἰκία̨ σου μέτρον καὶ μέτρον μέγα ἢ μικρόν
15 στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι ἵνα πολυήμερος γένη̨ ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨
16 ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σου πα̃ς ποιω̃ν ταυ̃τα πα̃ς ποιω̃ν ἄδικον
17 μνήσθητι ὅσα ἐποίησέν σοι Αμαληκ ἐν τη̨̃ ὁδω̨̃ ἐκπορευομένου σου ἐξ Αἰγύπτου
18 πω̃ς ἀντέστη σοι ἐν τη̨̃ ὁδω̨̃ καὶ ἔκοψέν σου τὴν οὐραγίαν τοὺς κοπιω̃ντας ὀπίσω σου σὺ δὲ ἐπείνας καὶ ἐκοπίας καὶ οὐκ ἐφοβήθη τὸν θεόν
19 καὶ ἔσται ἡνίκα ἐὰν καταπαύση̨ σε κύριος ὁ θεός σου ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν σου τω̃ν κύκλω̨ σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ κατακληρονομη̃σαι ἐξαλείψεις τὸ ὄνομα Αμαληκ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανὸν καὶ οὐ μὴ ἐπιλάθη̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).