Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 33,  στἰχοι 10-29

10 δηλώσουσιν τὰ δικαιώματά σου τω̨̃ Ιακωβ καὶ τὸν νόμον σου τω̨̃ Ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργη̨̃ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου
11 εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτου̃ καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ δέξαι κάταξον ὀσφὺν ἐχθρω̃ν ἐπανεστηκότων αὐτω̨̃ καὶ οἱ μισου̃ντες αὐτὸν μὴ ἀναστήτωσαν
12 καὶ τω̨̃ Βενιαμιν εἰ̃πεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ' αὐτω̨̃ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τω̃ν ὤμων αὐτου̃ κατέπαυσεν
13 καὶ τω̨̃ Ιωσηφ εἰ̃πεν ἀπ' εὐλογίας κυρίου ἡ γη̃ αὐτου̃ ἀπὸ ὡρω̃ν οὐρανου̃ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγω̃ν κάτωθεν
14 καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπω̃ν καὶ ἀπὸ συνόδων μηνω̃ν
15 καὶ ἀπὸ κορυφη̃ς ὀρέων ἀρχη̃ς καὶ ἀπὸ κορυφη̃ς βουνω̃ν ἀενάων
16 καὶ καθ' ὥραν γη̃ς πληρώσεως καὶ τὰ δεκτὰ τω̨̃ ὀφθέντι ἐν τω̨̃ βάτω̨ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφη̃ς δοξασθεὶς ἐν ἀδελφοι̃ς
17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτου̃ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτου̃ ἐν αὐτοι̃ς ἔθνη κερατιει̃ ἅμα ἕως ἐπ' ἄκρου γη̃ς αὑ̃ται μυριάδες Εφραιμ καὶ αὑ̃ται χιλιάδες Μανασση
18 καὶ τω̨̃ Ζαβουλων εἰ̃πεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδία̨ σου καί Ισσαχαρ ἐν τοι̃ς σκηνώμασιν αὐτου̃
19 ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκει̃ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλου̃τος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων
20 καὶ τω̨̃ Γαδ εἰ̃πεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα
21 καὶ εἰ̃δεν ἀπαρχὴν αὐτου̃ ὅτι ἐκει̃ ἐμερίσθη γη̃ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοι̃ς λαω̃ν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτου̃ μετὰ Ισραηλ
22 καὶ τω̨̃ Δαν εἰ̃πεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ του̃ Βασαν
23 καὶ τω̨̃ Νεφθαλι εἰ̃πεν Νεφθαλι πλησμονὴ δεκτω̃ν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει
24 καὶ τω̨̃ Ασηρ εἰ̃πεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοι̃ς ἀδελφοι̃ς αὐτου̃ βάψει ἐν ἐλαίω̨ τὸν πόδα αὐτου̃
25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτου̃ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου
26 οὐκ ἔστιν ὥσπερ ὁ θεὸς του̃ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς του̃ στερεώματος
27 καὶ σκέπασις θεου̃ ἀρχη̃ς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλει̃ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο
28 καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γη̃ς Ιακωβ ἐπὶ σίτω̨ καὶ οἴνω̨ καὶ ὁ οὐρανὸς αὐτω̨̃ συννεφὴς δρόσω̨
29 μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σω̨ζόμενος ὑπὸ κυρίου ὑπερασπιει̃ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτω̃ν ἐπιβήση̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).