Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 9

1 ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθει̃ν κληρονομη̃σαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μα̃λλον ἢ ὑμει̃ς πόλεις μεγάλας καὶ τειχήρεις ἕως του̃ οὐρανου̃
2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἰ̃σθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱω̃ν Ενακ
3 καὶ γνώση̨ σήμερον ὅτι κύριος ὁ θεός σου οὑ̃τος προπορεύεται πρὸ προσώπου σου πυ̃ρ καταναλίσκον ἐστίν οὑ̃τος ἐξολεθρεύσει αὐτούς καὶ οὑ̃τος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολει̃ς αὐτούς καθάπερ εἰ̃πέν σοι κύριος
4 μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου ἐν τω̨̃ ἐξαναλω̃σαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομη̃σαι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τω̃ν ἐθνω̃ν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου
5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τη̃ς καρδίας σου σὺ εἰσπορεύη̨ κληρονομη̃σαι τὴν γη̃ν αὐτω̃ν ἀλλὰ διὰ τὴν ἀσέβειαν τω̃ν ἐθνω̃ν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήση̨ τὴν διαθήκην αὐτου̃ ἣν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν τω̨̃ Αβρααμ καὶ τω̨̃ Ισαακ καὶ τω̨̃ Ιακωβ
6 καὶ γνώση̨ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην κληρονομη̃σαι ὅτι λαὸς σκληροτράχηλος εἰ̃
7 μνήσθητι μὴ ἐπιλάθη̨ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τη̨̃ ἐρήμω̨ ἀφ' ἡ̃ς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον του̃τον ἀπειθου̃ντες διετελει̃τε τὰ πρὸς κύριον
8 καὶ ἐν Χωρηβ παρωξύνατε κύριον καὶ ἐθυμώθη κύριος ἐφ' ὑμι̃ν ἐξολεθρευ̃σαι ὑμα̃ς
9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβει̃ν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμα̃ς καὶ κατεγινόμην ἐν τω̨̃ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον
10 καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τω̨̃ δακτύλω̨ του̃ θεου̃ καὶ ἐπ' αὐται̃ς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν τω̨̃ ὄρει ἡμέρα̨ ἐκκλησίας
11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερω̃ν καὶ τεσσαράκοντα νυκτω̃ν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας πλάκας διαθήκης
12 καὶ εἰ̃πεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντευ̃θεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλω αὐτοι̃ς ἐποίησαν ἑαυτοι̃ς χώνευμα
13 καὶ εἰ̃πεν κύριος πρός με λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ἑώρακα τὸν λαὸν του̃τον καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν
14 ἔασόν με ἐξολεθρευ̃σαι αὐτούς καὶ ἐξαλείψω τὸ ὄνομα αὐτω̃ν ὑποκάτωθεν του̃ οὐρανου̃ καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μα̃λλον ἢ του̃το
15 καὶ ἐπιστρέψας κατέβην ἐκ του̃ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ται̃ς δυσὶ χερσίν μου
16 καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ ἐποιήσατε ὑμι̃ν ἑαυτοι̃ς χωνευτὸν καὶ παρέβητε ἀπὸ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλατο ὑμι̃ν κύριος
17 καὶ ἐπιλαβόμενος τω̃ν δύο πλακω̃ν ἔρριψα αὐτὰς ἀπὸ τω̃ν δύο χειρω̃ν μου καὶ συνέτριψα ἐναντίον ὑμω̃ν
18 καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν ὡ̃ν ἡμάρτετε ποιη̃σαι τὸ πονηρὸν ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν παροξυ̃ναι αὐτόν
19 καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν ὅτι παρωξύνθη κύριος ἐφ' ὑμι̃ν ἐξολεθρευ̃σαι ὑμα̃ς καὶ εἰσήκουσεν κύριος ἐμου̃ καὶ ἐν τω̨̃ καιρω̨̃ τούτω̨
20 καὶ ἐπὶ Ααρων ἐθυμώθη κύριος σφόδρα ἐξολεθρευ̃σαι αὐτόν καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
21 καὶ τὴν ἁμαρτίαν ὑμω̃ν ἣν ἐποιήσατε τὸν μόσχον ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως οὑ̃ ἐγένετο λεπτόν καὶ ἐγενήθη ὡσεὶ κονιορτός καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ του̃ ὄρους
22 καὶ ἐν τω̨̃ 'Εμπυρισμω̨̃ καὶ ἐν τω̨̃ Πειρασμω̨̃ καὶ ἐν τοι̃ς Μνήμασιν τη̃ς ἐπιθυμίας παροξύνοντες ἠ̃τε κύριον τὸν θεὸν ὑμω̃ν
23 καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμα̃ς ἐκ Καδης Βαρνη λέγων ἀνάβητε καὶ κληρονομήσατε τὴν γη̃ν ἣν δίδωμι ὑμι̃ν καὶ ἠπειθήσατε τω̨̃ ῥήματι κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ οὐκ ἐπιστεύσατε αὐτω̨̃ καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς αὐτου̃
24 ἀπειθου̃ντες ἠ̃τε τὰ πρὸς κύριον ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐγνώσθη ὑμι̃ν
25 καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ὅσας ἐδεήθην εἰ̃πεν γὰρ κύριος ἐξολεθρευ̃σαι ὑμα̃ς
26 καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἰ̃πα κύριε κύριε βασιλευ̃ τω̃ν θεω̃ν μὴ ἐξολεθρεύση̨ς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ ἐν τη̨̃ χειρί σου τη̨̃ κραταια̨̃ καὶ ἐν τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃
27 μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τω̃ν θεραπόντων σου οἱ̃ς ὤμοσας κατὰ σεαυτου̃ μὴ ἐπιβλέψη̨ς ἐπὶ τὴν σκληρότητα του̃ λαου̃ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτω̃ν
28 μὴ εἴπωσιν οἱ κατοικου̃ντες τὴν γη̃ν ὅθεν ἐξήγαγες ἡμα̃ς ἐκει̃θεν λέγοντες παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγει̃ν αὐτοὺς εἰς τὴν γη̃ν ἣν εἰ̃πεν αὐτοι̃ς καὶ παρὰ τὸ μιση̃σαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτει̃ναι ἐν τη̨̃ ἐρήμω̨
29 καὶ οὑ̃τοι λαός σου καὶ κλη̃ρός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ ἐν τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).