Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 11

1 ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον του̃ ὕδατος ὅτι ἐν πλήθει τω̃ν ἡμερω̃ν εὑρήσεις αὐτόν
2 δὸς μερίδα τοι̃ς ἑπτὰ καί γε τοι̃ς ὀκτώ ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γη̃ν
3 ἐὰν πληρωθω̃σιν τὰ νέφη ὑετου̃ ἐπὶ τὴν γη̃ν ἐκχέουσιν καὶ ἐὰν πέση̨ ξύλον ἐν τω̨̃ νότω̨ καὶ ἐὰν ἐν τω̨̃ βορρα̨̃ τόπω̨ οὑ̃ πεσει̃ται τὸ ξύλον ἐκει̃ ἔσται
4 τηρω̃ν ἄνεμον οὐ σπερει̃ καὶ βλέπων ἐν ται̃ς νεφέλαις οὐ θερίσει
5 ἐν οἱ̃ς οὐκ ἔστιν γινώσκων τίς ἡ ὁδὸς του̃ πνεύματος ὡς ὀστα̃ ἐν γαστρὶ τη̃ς κυοφορούσης οὕτως οὐ γνώση̨ τὰ ποιήματα του̃ θεου̃ ὅσα ποιήσει σὺν τὰ πάντα
6 ἐν πρωία̨ σπει̃ρον τὸ σπέρμα σου καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου ὅτι οὐ γινώσκεις ποι̃ον στοιχήσει ἢ του̃το ἢ του̃το καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά
7 καὶ γλυκὺ τὸ φω̃ς καὶ ἀγαθὸν τοι̃ς ὀφθαλμοι̃ς του̃ βλέπειν σὺν τὸν ἥλιον
8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος ἐν πα̃σιν αὐτοι̃ς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας του̃ σκότους ὅτι πολλαὶ ἔσονται πα̃ν τὸ ἐρχόμενον ματαιότης
9 εὐφραίνου νεανίσκε ἐν νεότητί σου καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου καὶ περιπάτει ἐν ὁδοι̃ς καρδίας σου καὶ ἐν ὁράσει ὀφθαλμω̃ν σου καὶ γνω̃θι ὅτι ἐπὶ πα̃σι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει
10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).