1 τοι̃ς πα̃σιν χρόνος καὶ καιρὸς τω̨̃ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν |
2 καιρὸς του̃ τεκει̃ν καὶ καιρὸς του̃ ἀποθανει̃ν καιρὸς του̃ φυτευ̃σαι καὶ καιρὸς του̃ ἐκτι̃λαι πεφυτευμένον |
3 καιρὸς του̃ ἀποκτει̃ναι καὶ καιρὸς του̃ ἰάσασθαι καιρὸς του̃ καθελει̃ν καὶ καιρὸς του̃ οἰκοδομη̃σαι |
4 καιρὸς του̃ κλαυ̃σαι καὶ καιρὸς του̃ γελάσαι καιρὸς του̃ κόψασθαι καὶ καιρὸς του̃ ὀρχήσασθαι |
5 καιρὸς του̃ βαλει̃ν λίθους καὶ καιρὸς του̃ συναγαγει̃ν λίθους καιρὸς του̃ περιλαβει̃ν καὶ καιρὸς του̃ μακρυνθη̃ναι ἀπὸ περιλήμψεως |
6 καιρὸς του̃ ζητη̃σαι καὶ καιρὸς του̃ ἀπολέσαι καιρὸς του̃ φυλάξαι καὶ καιρὸς του̃ ἐκβαλει̃ν |
7 καιρὸς του̃ ῥη̃ξαι καὶ καιρὸς του̃ ῥάψαι καιρὸς του̃ σιγα̃ν καὶ καιρὸς του̃ λαλει̃ν |
8 καιρὸς του̃ φιλη̃σαι καὶ καιρὸς του̃ μιση̃σαι καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης |
9 τίς περισσεία του̃ ποιου̃ντος ἐν οἱ̃ς αὐτὸς μοχθει̃ |
10 εἰ̃δον σὺν τὸν περισπασμόν ὃν ἔδωκεν ὁ θεὸς τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου του̃ περισπα̃σθαι ἐν αὐτω̨̃ |
11 σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρω̨̃ αὐτου̃ καί γε σὺν τὸν αἰω̃να ἔδωκεν ἐν καρδία̨ αὐτω̃ν ὅπως μὴ εὕρη̨ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεός ἀπ' ἀρχη̃ς καὶ μέχρι τέλους |
12 ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοι̃ς εἰ μὴ του̃ εὐφρανθη̃ναι καὶ του̃ ποιει̃ν ἀγαθὸν ἐν ζωη̨̃ αὐτου̃ |
13 καί γε πα̃ς ὁ ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδη̨ ἀγαθὸν ἐν παντὶ μόχθω̨ αὐτου̃ δόμα θεου̃ ἐστιν |
14 ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός αὐτὰ ἔσται εἰς τὸν αἰω̃να ἐπ' αὐτω̨̃ οὐκ ἔστιν προσθει̃ναι καὶ ἀπ' αὐτου̃ οὐκ ἔστιν ἀφελει̃ν καὶ ὁ θεὸς ἐποίησεν ἵνα φοβηθω̃σιν ἀπὸ προσώπου αὐτου̃ |
15 τὸ γενόμενον ἤδη ἐστίν καὶ ὅσα του̃ γίνεσθαι ἤδη γέγονεν καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον |
16 καὶ ἔτι εἰ̃δον ὑπὸ τὸν ἥλιον τόπον τη̃ς κρίσεως ἐκει̃ ὁ ἀσεβής καὶ τόπον του̃ δικαίου ἐκει̃ ὁ ἀσεβής |
17 εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβη̃ κρινει̃ ὁ θεός ὅτι καιρὸς τω̨̃ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τω̨̃ ποιήματι |
18 ἐκει̃ εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου περὶ λαλια̃ς υἱω̃ν του̃ ἀνθρώπου ὅτι διακρινει̃ αὐτοὺς ὁ θεός καὶ του̃ δει̃ξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοι̃ς |
19 ὅτι συνάντημα υἱω̃ν του̃ ἀνθρώπου καὶ συνάντημα του̃ κτήνους συνάντημα ἓν αὐτοι̃ς ὡς ὁ θάνατος τούτου οὕτως ὁ θάνατος τούτου καὶ πνευ̃μα ἓν τοι̃ς πα̃σιν καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτη̃νος οὐδέν ὅτι τὰ πάντα ματαιότης |
20 τὰ πάντα πορεύεται εἰς τόπον ἕνα τὰ πάντα ἐγένετο ἀπὸ του̃ χοός καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χου̃ν |
21 καὶ τίς οἰ̃δεν πνευ̃μα υἱω̃ν του̃ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω καὶ πνευ̃μα του̃ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς γη̃ν |
22 καὶ εἰ̃δον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ὁ ἄνθρωπος ἐν ποιήμασιν αὐτου̃ ὅτι αὐτὸ μερὶς αὐτου̃ ὅτι τίς ἄξει αὐτὸν του̃ ἰδει̃ν ἐν ὡ̨̃ ἐὰν γένηται μετ' αὐτόν |