1 καὶ ὑμα̃ς ὄντας νεκροὺς τοι̃ς παραπτώμασιν καὶ ται̃ς ἁμαρτίαις ὑμω̃ν |
2 ἐν αἱ̃ς ποτε περιεπατήσατε κατὰ τòν αἰω̃να του̃ κόσμου τούτου κατὰ τòν ἄρχοντα τη̃ς ἐξουσίας του̃ ἀέρος του̃ πνεύματος του̃ νυ̃ν ἐνεργου̃ντος ἐν τοι̃ς υἱοι̃ς τη̃ς ἀπειθείας |
3 ἐν οἱ̃ς καὶ ἡμει̃ς πάντες ἀνεστράφημέν ποτε ἐν ται̃ς ἐπιθυμίαις τη̃ς σαρκòς ἡμω̃ν ποιου̃ντες τὰ θελήματα τη̃ς σαρκòς καὶ τω̃ν διανοιω̃ν καὶ ἤμεθα τέκνα φύσει ὀργη̃ς ὡς καὶ οἱ λοιποί |
4 ὁ δὲ θεòς πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτου̃ ἣν ἠγάπησεν ἡμα̃ς |
5 καὶ ὄντας ἡμα̃ς νεκροὺς τοι̃ς παραπτώμασιν συνεζωοποίησεν τω̨̃ Χριστω̨̃ χάριτί ἐστε σεσω̨σμένοι |
6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοι̃ς ἐπουρανίοις ἐν Χριστω̨̃ ’Ιησου̃ |
7 ἵνα ἐνδείξηται ἐν τοι̃ς αἰω̃σιν τοι̃ς ἐπερχομένοις τò ὑπερβάλλον πλου̃τος τη̃ς χάριτος αὐτου̃ ἐν χρηστότητι ἐφ' ἡμα̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ |
8 τη̨̃ γὰρ χάριτί ἐστε σεσω̨σμένοι διὰ πίστεως καὶ του̃το οὐκ ἐξ ὑμω̃ν θεου̃ τò δω̃ρον |
9 οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται |
10 αὐτου̃ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν Χριστω̨̃ ’Ιησου̃ ἐπὶ ἔργοις ἀγαθοι̃ς οἱ̃ς προητοίμασεν ὁ θεòς ἵνα ἐν αὐτοι̃ς περιπατήσωμεν |
11 διò μνημονεύετε ὅτι ποτὲ ὑμει̃ς τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπò τη̃ς λεγομένης περιτομη̃ς ἐν σαρκὶ χειροποιήτου |
12 ὅτι ἠ̃τε τω̨̃ καιρω̨̃ ἐκείνω̨ χωρὶς Χριστου̃ ἀπηλλοτριωμένοι τη̃ς πολιτείας του̃ ’Ισραὴλ καὶ ξένοι τω̃ν διαθηκω̃ν τη̃ς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τω̨̃ κόσμω̨ |
13 νυνὶ δὲ ἐν Χριστω̨̃ ’Ιησου̃ ὑμει̃ς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τω̨̃ αἵματι του̃ Χριστου̃ |
14 αὐτòς γάρ ἐστιν ἡ εἰρήνη ἡμω̃ν ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τò μεσότοιχον του̃ φραγμου̃ λύσας τὴν ἔχθραν ἐν τη̨̃ σαρκὶ αὐτου̃ |
15 τòν νόμον τω̃ν ἐντολω̃ν ἐν δόγμασιν καταργήσας ἵνα τοὺς δύο κτίση̨ ἐν αὐτω̨̃ εἰς ἕνα καινòν ἄνθρωπον ποιω̃ν εἰρήνην |
16 καὶ ἀποκαταλλάξη̨ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τω̨̃ θεω̨̃ διὰ του̃ σταυρου̃ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτω̨̃ |
17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμι̃ν τοι̃ς μακρὰν καὶ εἰρήνην τοι̃ς ἐγγύς |
18 ὅτι δι' αὐτου̃ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρòς τòν πατέρα |
19 ἄρα οὐ̃ν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ ἐστὲ συμπολι̃ται τω̃ν ἁγίων καὶ οἰκει̃οι του̃ θεου̃ |
20 ἐποικοδομηθέντες ἐπὶ τω̨̃ θεμελίω̨ τω̃ν ἀποστόλων καὶ προφητω̃ν ὄντος ἀκρογωνιαίου αὐτου̃ Χριστου̃ ’Ιησου̃ |
21 ἐν ὡ̨̃ πα̃σα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναòν ἅγιον ἐν κυρίω̨ |
22 ἐν ὡ̨̃ καὶ ὑμει̃ς συνοικοδομει̃σθε εἰς κατοικητήριον του̃ θεου̃ ἐν πνεύματι |