ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ,
κεφαλίς 4,
στἰχοι 18-32
18 ἐσκοτωμένοι τη̨̃ διανοία̨ ὄντες ἀπηλλοτριωμένοι τη̃ς ζωη̃ς του̃ θεου̃ διὰ τὴν ἄγνοιαν τὴν οὐ̃σαν ἐν αὐτοι̃ς διὰ τὴν πώρωσιν τη̃ς καρδίας αὐτω̃ν |
19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τη̨̃ ἀσελγεία̨ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξία̨ |
20 ὑμει̃ς δὲ οὐχ οὕτως ἐμάθετε τòν Χριστόν |
21 εἴ γε αὐτòν ἠκούσατε καὶ ἐν αὐτω̨̃ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τω̨̃ ’Ιησου̃ |
22 ἀποθέσθαι ὑμα̃ς κατὰ τὴν προτέραν ἀναστροφὴν τòν παλαιòν ἄνθρωπον τòν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τη̃ς ἀπάτης |
23 ἀνανεου̃σθαι δὲ τω̨̃ πνεύματι του̃ νοòς ὑμω̃ν |
24 καὶ ἐνδύσασθαι τòν καινòν ἄνθρωπον τòν κατὰ θεòν κτισθέντα ἐν δικαιοσύνη̨ καὶ ὁσιότητι τη̃ς ἀληθείας |
25 διò ἀποθέμενοι τò ψευ̃δος λαλει̃τε ἀλήθειαν ἕκαστος μετὰ του̃ πλησίον αὐτου̃ ὅτι ἐσμὲν ἀλλήλων μέλη |
26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τω̨̃ παροργισμω̨̃ ὑμω̃ν |
27 μηδὲ δίδοτε τόπον τω̨̃ διαβόλω̨ |
28 ὁ κλέπτων μηκέτι κλεπτέτω μα̃λλον δὲ κοπιάτω ἐργαζόμενος ται̃ς ἰδίαις χερσὶν τò ἀγαθόν ἵνα ἔχη̨ μεταδιδόναι τω̨̃ χρείαν ἔχοντι |
29 πα̃ς λόγος σαπρòς ἐκ του̃ στόματος ὑμω̃ν μὴ ἐκπορευέσθω ἀλλὰ εἴ τις ἀγαθòς πρòς οἰκοδομὴν τη̃ς χρείας ἵνα δω̨̃ χάριν τοι̃ς ἀκούουσιν |
30 καὶ μὴ λυπει̃τε τò πνευ̃μα τò ἅγιον του̃ θεου̃ ἐν ὡ̨̃ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως |
31 πα̃σα πικρία καὶ θυμòς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμω̃ν σὺν πάση̨ κακία̨ |
32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοι̃ς καθὼς καὶ ὁ θεòς ἐν Χριστω̨̃ ἐχαρίσατο ὑμι̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.