Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΘΗΡ, κεφαλίς 1

ἔτους δευτέρου βασιλεύοντος 'Αρταξέρξου του̃ μεγάλου τη̨̃ μια̨̃ του̃ Νισα ἐνύπνιον εἰ̃δεν Μαρδοχαι̃ος ὁ του̃ Ιαϊρου του̃ Σεμεϊου του̃ Κισαιου ἐκ φυλη̃ς Βενιαμιν
ἐν αὐται̃ς ται̃ς ἡμέραις ὅτε ἐθρονίσθη ὁ βασιλεὺς 'Αρταξέρξης ἐν Σούσοις τη̨̃ πόλει
ἐν τω̨̃ τρίτω̨ ἔτει βασιλεύοντος αὐτου̃ δοχὴν ἐποίησεν τοι̃ς φίλοις καὶ τοι̃ς λοιποι̃ς ἔθνεσιν καὶ τοι̃ς Περσω̃ν καὶ Μήδων ἐνδόξοις καὶ τοι̃ς ἄρχουσιν τω̃ν σατραπω̃ν
καὶ μετὰ ταυ̃τα μετὰ τὸ δει̃ξαι αὐτοι̃ς τὸν πλου̃τον τη̃ς βασιλείας αὐτου̃ καὶ τὴν δόξαν τη̃ς εὐφροσύνης του̃ πλούτου αὐτου̃ ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα
ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι του̃ γάμου ἐποίησεν ὁ βασιλεὺς πότον τοι̃ς ἔθνεσιν τοι̃ς εὑρεθει̃σιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλη̨̃ οἴκου του̃ βασιλέως
κεκοσμημένη̨ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροι̃ς ἐπὶ κύβοις χρυσοι̃ς καὶ ἀργυροι̃ς ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις κλι̃ναι χρυσαι̃ καὶ ἀργυραι̃ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρωμναὶ διαφανει̃ς ποικίλως διηνθισμέναι κύκλω̨ ῥόδα πεπασμένα
ποτήρια χρυσα̃ καὶ ἀργυρα̃ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων οἰ̃νος πολὺς καὶ ἡδύς ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν
ὁ δὲ πότος οὑ̃τος οὐ κατὰ προκείμενον νόμον ἐγένετο οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξεν τοι̃ς οἰκονόμοις ποιη̃σαι τὸ θέλημα αὐτου̃ καὶ τω̃ν ἀνθρώπων
καὶ Αστιν ἡ βασίλισσα ἐποίησε πότον ται̃ς γυναιξὶν ἐν τοι̃ς βασιλείοις ὅπου ὁ βασιλεὺς 'Αρταξέρξης
10 ἐν δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἡδέως γενόμενος ὁ βασιλεὺς εἰ̃πεν τω̨̃ Αμαν καὶ Βαζαν καὶ Θαρρα καὶ Βωραζη καὶ Ζαθολθα καὶ Αβαταζα καὶ Θαραβα τοι̃ς ἑπτὰ εὐνούχοις τοι̃ς διακόνοις του̃ βασιλέως 'Αρταξέρξου
11 εἰσαγαγει̃ν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιθει̃ναι αὐτη̨̃ τὸ διάδημα καὶ δει̃ξαι αὐτὴν πα̃σιν τοι̃ς ἄρχουσιν καὶ τοι̃ς ἔθνεσιν τὸ κάλλος αὐτη̃ς ὅτι καλὴ ἠ̃ν
12 καὶ οὐκ εἰσήκουσεν αὐτου̃ Αστιν ἡ βασίλισσα ἐλθει̃ν μετὰ τω̃ν εὐνούχων καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη
13 καὶ εἰ̃πεν τοι̃ς φίλοις αὐτου̃ κατὰ ταυ̃τα ἐλάλησεν Αστιν ποιήσατε οὐ̃ν περὶ τούτου νόμον καὶ κρίσιν
14 καὶ προση̃λθεν αὐτω̨̃ Αρκεσαιος καὶ Σαρσαθαιος καὶ Μαλησεαρ οἱ ἄρχοντες Περσω̃ν καὶ Μήδων οἱ ἐγγὺς του̃ βασιλέως οἱ πρω̃τοι παρακαθήμενοι τω̨̃ βασιλει̃
15 καὶ ἀπήγγειλαν αὐτω̨̃ κατὰ τοὺς νόμους ὡς δει̃ ποιη̃σαι Αστιν τη̨̃ βασιλίσση̨ ὅτι οὐκ ἐποίησεν τὰ ὑπὸ του̃ βασιλέως προσταχθέντα διὰ τω̃ν εὐνούχων
16 καὶ εἰ̃πεν ὁ Μουχαιος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας οὐ τὸν βασιλέα μόνον ἠδίκησεν Αστιν ἡ βασίλισσα ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους του̃ βασιλέως
17 καὶ γὰρ διηγήσατο αὐτοι̃ς τὰ ῥήματα τη̃ς βασιλίσσης καὶ ὡς ἀντει̃πεν τω̨̃ βασιλει̃ ὡς οὐ̃ν ἀντει̃πεν τω̨̃ βασιλει̃ 'Αρταξέρξη̨
18 οὕτως σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τω̃ν ἀρχόντων Περσω̃ν καὶ Μήδων ἀκούσασαι τὰ τω̨̃ βασιλει̃ λεχθέντα ὑπ' αὐτη̃ς τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτω̃ν
19 εἰ οὐ̃ν δοκει̃ τω̨̃ βασιλει̃ προσταξάτω βασιλικόν καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσω̃ν καὶ μὴ ἄλλως χρησάσθω μηδὲ εἰσελθάτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν καὶ τὴν βασιλείαν αὐτη̃ς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτη̃ς
20 καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ του̃ βασιλέως ὃν ἐὰν ποιη̨̃ ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ οὕτως πα̃σαι αἱ γυναι̃κες περιθήσουσιν τιμὴν τοι̃ς ἀνδράσιν ἑαυτω̃ν ἀπὸ πτωχου̃ ἕως πλουσίου
21 καὶ ἤρεσεν ὁ λόγος τω̨̃ βασιλει̃ καὶ τοι̃ς ἄρχουσι καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαιος
22 καὶ ἀπέστειλεν εἰς πα̃σαν τὴν βασιλείαν κατὰ χώραν κατὰ τὴν λέξιν αὐτω̃ν ὥστε εἰ̃ναι φόβον αὐτοι̃ς ἐν ται̃ς οἰκίαις αὐτω̃ν
Читать далее:ΕΣΘΗΡ, κεφαλίς 2
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).