Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΘΗΡ, κεφαλίς 3

μετὰ δὲ ταυ̃τα ἐδόξασεν ὁ βασιλεὺς 'Αρταξέρξης Αμαν Αμαδαθου Βουγαι̃ον καὶ ὕψωσεν αὐτόν καὶ ἐπρωτοβάθρει πάντων τω̃ν φίλων αὐτου̃
καὶ πάντες οἱ ἐν τη̨̃ αὐλη̨̃ προσεκύνουν αὐτω̨̃ οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιη̃σαι ὁ δὲ Μαρδοχαι̃ος οὐ προσεκύνει αὐτω̨̃
καὶ ἐλάλησαν οἱ ἐν τη̨̃ αὐλη̨̃ του̃ βασιλέως τω̨̃ Μαρδοχαίω̨ Μαρδοχαι̃ε τί παρακούεις τὰ ὑπὸ του̃ βασιλέως λεγόμενα
καθ' ἑκάστην ἡμέραν ἐλάλουν αὐτω̨̃ καὶ οὐχ ὑπήκουεν αὐτω̃ν καὶ ὑπέδειξαν τω̨̃ Αμαν Μαρδοχαι̃ον τοι̃ς του̃ βασιλέως λόγοις ἀντιτασσόμενον καὶ ὑπέδειξεν αὐτοι̃ς ὁ Μαρδοχαι̃ος ὅτι Ιουδαι̃ός ἐστιν
καὶ ἐπιγνοὺς Αμαν ὅτι οὐ προσκυνει̃ αὐτω̨̃ Μαρδοχαι̃ος ἐθυμώθη σφόδρα
καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν 'Αρταξέρξου βασιλείαν Ιουδαίους
καὶ ἐποίησεν ψήφισμα ἐν ἔτει δωδεκάτω̨ τη̃ς βασιλείας 'Αρταξέρξου καὶ ἔβαλεν κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μη̃να ἐκ μηνὸς ὥστε ἀπολέσαι ἐν μια̨̃ ἡμέρα̨ τὸ γένος Μαρδοχαίου καὶ ἔπεσεν ὁ κλη̃ρος εἰς τὴν τεσσαρεσκαιδεκάτην του̃ μηνός ὅς ἐστιν Αδαρ
καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα 'Αρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοι̃ς ἔθνεσιν ἐν πάση̨ τη̨̃ βασιλεία̨ σου οἱ δὲ νόμοι αὐτω̃ν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τω̃ν δὲ νόμων του̃ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τω̨̃ βασιλει̃ ἐα̃σαι αὐτούς
εἰ δοκει̃ τω̨̃ βασιλει̃ δογματισάτω ἀπολέσαι αὐτούς κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον του̃ βασιλέως ἀργυρίου τάλαντα μύρια
10 καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον ἔδωκεν εἰς χει̃ρα τω̨̃ Αμαν σφραγίσαι κατὰ τω̃ν γεγραμμένων κατὰ τω̃ν Ιουδαίων
11 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Αμαν τὸ μὲν ἀργύριον ἔχε τω̨̃ δὲ ἔθνει χρω̃ ὡς βούλει
12 καὶ ἐκλήθησαν οἱ γραμματει̃ς του̃ βασιλέως μηνὶ πρώτω̨ τη̨̃ τρισκαιδεκάτη̨ καὶ ἔγραψαν ὡς ἐπέταξεν Αμαν τοι̃ς στρατηγοι̃ς καὶ τοι̃ς ἄρχουσιν κατὰ πα̃σαν χώραν ἀπὸ 'Ινδικη̃ς ἕως τη̃ς Αἰθιοπίας ται̃ς ἑκατὸν εἴκοσι ἑπτὰ χώραις τοι̃ς τε ἄρχουσι τω̃ν ἐθνω̃ν κατὰ τὴν αὐτω̃ν λέξιν δι' 'Αρταξέρξου του̃ βασιλέως
13 καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν 'Αρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τω̃ν Ιουδαίων ἐν ἡμέρα̨ μια̨̃ μηνὸς δωδεκάτου ὅς ἐστιν Αδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτω̃ν
14 τὰ δὲ ἀντίγραφα τω̃ν ἐπιστολω̃ν ἐξετίθετο κατὰ χώραν καὶ προσετάγη πα̃σι τοι̃ς ἔθνεσιν ἑτοίμους εἰ̃ναι εἰς τὴν ἡμέραν ταύτην
15 ἐσπεύδετο δὲ τὸ πρα̃γμα καὶ εἰς Σουσαν ὁ δὲ βασιλεὺς καὶ Αμαν ἐκωθωνίζοντο ἐταράσσετο δὲ ἡ πόλις
Читать далее:ΕΣΘΗΡ, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).