1 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ τω̃ν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τω̨̃ πατρὶ αὐτω̃ν ἕκαστος πανοικία̨ αὐτω̃ν εἰσήλθοσαν |
2 Ρουβην Συμεων Λευι Ιουδας |
3 Ισσαχαρ Ζαβουλων καὶ Βενιαμιν |
4 Δαν καὶ Νεφθαλι Γαδ καὶ Ασηρ |
5 Ιωσηφ δὲ ἠ̃ν ἐν Αἰγύπτω̨ ἠ̃σαν δὲ πα̃σαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα |
6 ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ γενεὰ ἐκείνη |
7 οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαι̃οι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γη̃ αὐτούς |
8 ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον ὃς οὐκ ἤ̨δει τὸν Ιωσηφ |
9 εἰ̃πεν δὲ τω̨̃ ἕθνει αὐτου̃ ἰδοὺ τὸ γένος τω̃ν υἱω̃ν Ισραηλ μέγα πλη̃θος καὶ ἰσχύει ὑπὲρ ἡμα̃ς |
10 δευ̃τε οὐ̃ν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθη̨̃ καί ἡνίκα ἂν συμβη̨̃ ἡμι̃ν πόλεμος προστεθήσονται καὶ οὑ̃τοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμα̃ς ἐξελεύσονται ἐκ τη̃ς γη̃ς |
11 καὶ ἐπέστησεν αὐτοι̃ς ἐπιστάτας τω̃ν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοι̃ς ἔργοις καὶ ὠ̨κοδόμησαν πόλεις ὀχυρὰς τω̨̃ Φαραω τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων ἥ ἐστιν 'Ηλίου πόλις |
12 καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτω̨ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ |
13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βία̨ |
14 καὶ κατωδύνων αὐτω̃ν τὴν ζωὴν ἐν τοι̃ς ἔργοις τοι̃ς σκληροι̃ς τω̨̃ πηλω̨̃ καὶ τη̨̃ πλινθεία̨ καὶ πα̃σι τοι̃ς ἔργοις τοι̃ς ἐν τοι̃ς πεδίοις κατὰ πάντα τὰ ἔργα ὡ̃ν κατεδουλου̃ντο αὐτοὺς μετὰ βίας |
15 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̃ν Αἰγυπτίων ται̃ς μαίαις τω̃ν Εβραίων τη̨̃ μια̨̃ αὐτω̃ν ἡ̨̃ ὄνομα Σεπφωρα καὶ τὸ ὄνομα τη̃ς δευτέρας Φουα |
16 καὶ εἰ̃πεν ὅταν μαιου̃σθε τὰς Εβραίας καὶ ὠ̃σιν πρὸς τω̨̃ τίκτειν ἐὰν μὲν ἄρσεν ἠ̨̃ ἀποκτείνατε αὐτό ἐὰν δὲ θη̃λυ περιποιει̃σθε αὐτό |
17 ἐφοβήθησαν δὲ αἱ μαι̃αι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐται̃ς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα |
18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἰ̃πεν αὐται̃ς τί ὅτι ἐποιήσατε τὸ πρα̃γμα του̃το καὶ ἐζωογονει̃τε τὰ ἄρσενα |
19 εἰ̃παν δὲ αἱ μαι̃αι τω̨̃ Φαραω οὐχ ὡς γυναι̃κες Αἰγύπτου αἱ Εβραι̃αι τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθει̃ν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον |
20 εὐ̃ δὲ ἐποίει ὁ θεὸς ται̃ς μαίαις καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα |
21 ἐπειδὴ ἐφοβου̃ντο αἱ μαι̃αι τὸν θεόν ἐποίησαν ἑαυται̃ς οἰκίας |
22 συνέταξεν δὲ Φαραω παντὶ τω̨̃ λαω̨̃ αὐτου̃ λέγων πα̃ν ἄρσεν ὃ ἐὰν τεχθη̨̃ τοι̃ς Εβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πα̃ν θη̃λυ ζωογονει̃τε αὐτό |