1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων εἴσελθε πρὸς Φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτου̃ τὴν καρδίαν καὶ τω̃ν θεραπόντων αὐτου̃ ἵνα ἑξη̃ς ἐπέλθη̨ τὰ σημει̃α ταυ̃τα ἐπ' αὐτούς |
2 ὅπως διηγήσησθε εἰς τὰ ὠ̃τα τω̃ν τέκνων ὑμω̃ν καὶ τοι̃ς τέκνοις τω̃ν τέκνων ὑμω̃ν ὅσα ἐμπέπαιχα τοι̃ς Αἰγυπτίοις καὶ τὰ σημει̃ά μου ἃ ἐποίησα ἐν αὐτοι̃ς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος |
3 εἰση̃λθεν δὲ Μωυση̃ς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς τω̃ν Εβραίων ἕως τίνος οὐ βούλει ἐντραπη̃ναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι |
4 ἐὰν δὲ μὴ θέλη̨ς σὺ ἐξαποστει̃λαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου |
5 καὶ καλύψει τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὐ δυνήση̨ κατιδει̃ν τὴν γη̃ν καὶ κατέδεται πα̃ν τὸ περισσὸν τη̃ς γη̃ς τὸ καταλειφθέν ὃ κατέλιπεν ὑμι̃ν ἡ χάλαζα καὶ κατέδεται πα̃ν ξύλον τὸ φυόμενον ὑμι̃ν ἐπὶ τη̃ς γη̃ς |
6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τω̃ν θεραπόντων σου καὶ πα̃σαι αἱ οἰκίαι ἐν πάση̨ γη̨̃ τω̃ν Αἰγυπτίων ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτω̃ν ἀφ' ἡ̃ς ἡμέρας γεγόνασιν ἐπὶ τη̃ς γη̃ς ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐκκλίνας Μωυση̃ς ἐξη̃λθεν ἀπὸ Φαραω |
7 καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται του̃το ἡμι̃ν σκω̃λον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τω̨̃ θεω̨̃ αὐτω̃ν ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος |
8 καὶ ἀπέστρεψαν τόν τε Μωυση̃ν καὶ Ααρων πρὸς Φαραω καὶ εἰ̃πεν αὐτοι̃ς πορεύεσθε καὶ λατρεύσατε τω̨̃ θεω̨̃ ὑμω̃ν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι |
9 καὶ λέγει Μωυση̃ς σὺν τοι̃ς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοι̃ς υἱοι̃ς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμω̃ν ἔστιν γὰρ ἑορτὴ κυρίου του̃ θεου̃ ἡμω̃ν |
10 καὶ εἰ̃πεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ' ὑμω̃ν καθότι ἀποστέλλω ὑμα̃ς μὴ καὶ τὴν ἀποσκευὴν ὑμω̃ν ἴδετε ὅτι πονηρία πρόκειται ὑμι̃ν |
11 μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τω̨̃ θεω̨̃ του̃το γὰρ αὐτοὶ ζητει̃τε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω |
12 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρα ἐπὶ γη̃ν Αἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γη̃ν καὶ κατέδεται πα̃σαν βοτάνην τη̃ς γη̃ς καὶ πάντα τὸν καρπὸν τω̃ν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα |
13 καὶ ἐπη̃ρεν Μωυση̃ς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γη̃ν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα |
14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτη̃ς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταυ̃τα οὐκ ἔσται οὕτως |
15 καὶ ἐκάλυψεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ ἐφθάρη ἡ γη̃ καὶ κατέφαγεν πα̃σαν βοτάνην τη̃ς γη̃ς καὶ πάντα τὸν καρπὸν τω̃ν ξύλων ὃς ὑπελείφθη ἀπὸ τη̃ς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοι̃ς ξύλοις καὶ ἐν πάση̨ βοτάνη̨ του̃ πεδίου ἐν πάση̨ γη̨̃ Αἰγύπτου |
16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυση̃ν καὶ Ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ εἰς ὑμα̃ς |
17 προσδέξασθε οὐ̃ν μου τὴν ἁμαρτίαν ἔτι νυ̃ν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν καὶ περιελέτω ἀπ' ἐμου̃ τὸν θάνατον του̃τον |
18 ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν |
19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάση̨ γη̨̃ Αἰγύπτου |
20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ |
21 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γη̃ν Αἰγύπτου ψηλαφητὸν σκότος |
22 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου τρει̃ς ἡμέρας |
23 καὶ οὐκ εἰ̃δεν οὐδεὶς τὸν ἀδελφὸν αὐτου̃ τρει̃ς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τη̃ς κοίτης αὐτου̃ τρει̃ς ἡμέρας πα̃σι δὲ τοι̃ς υἱοι̃ς Ισραηλ ἠ̃ν φω̃ς ἐν πα̃σιν οἱ̃ς κατεγίνοντο |
24 καὶ ἐκάλεσεν Φαραω Μωυση̃ν καὶ Ααρων λέγων βαδίζετε λατρεύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν πλὴν τω̃ν προβάτων καὶ τω̃ν βοω̃ν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμω̃ν ἀποτρεχέτω μεθ' ὑμω̃ν |
25 καὶ εἰ̃πεν Μωυση̃ς ἀλλὰ καὶ σὺ δώσεις ἡμι̃ν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν |
26 καὶ τὰ κτήνη ἡμω̃ν πορεύσεται μεθ' ἡμω̃ν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ' αὐτω̃ν γὰρ λημψόμεθα λατρευ̃σαι κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἡμει̃ς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἕως του̃ ἐλθει̃ν ἡμα̃ς ἐκει̃ |
27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστει̃λαι αὐτούς |
28 καὶ λέγει Φαραω ἄπελθε ἀπ' ἐμου̃ πρόσεχε σεαυτω̨̃ ἔτι προσθει̃ναι ἰδει̃ν μου τὸ πρόσωπον ἡ̨̃ δ' ἂν ἡμέρα̨ ὀφθη̨̃ς μοι ἀποθανη̨̃ |
29 λέγει δὲ Μωυση̃ς εἴρηκας οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον |