ΕΞΟΔΟΣ,
κεφαλίς 23,
στἰχοι 23-33
23 πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Χαναναι̃ον καὶ Γεργεσαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον καὶ ἐκτρίψω αὐτούς |
24 οὐ προσκυνήσεις τοι̃ς θεοι̃ς αὐτω̃ν οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτω̃ν ἀλλὰ καθαιρέσει καθελει̃ς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτω̃ν |
25 καὶ λατρεύσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμω̃ν |
26 οὐκ ἔσται ἄγονος οὐδὲ στει̃ρα ἐπὶ τη̃ς γη̃ς σου τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν σου ἀναπληρώσω |
27 καὶ τὸν φόβον ἀποστελω̃ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύη̨ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας |
28 καὶ ἀποστελω̃ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλει̃ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σου̃ |
29 οὐκ ἐκβαλω̃ αὐτοὺς ἐν ἐνιαυτω̨̃ ἑνί ἵνα μὴ γένηται ἡ γη̃ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τη̃ς γη̃ς |
30 κατὰ μικρὸν μικρὸν ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ ἕως ἂν αὐξηθη̨̃ς καὶ κληρονομήση̨ς τὴν γη̃ν |
31 καὶ θήσω τὰ ὅριά σου ἀπὸ τη̃ς ἐρυθρα̃ς θαλάσσης ἕως τη̃ς θαλάσσης τη̃ς Φυλιστιιμ καὶ ἀπὸ τη̃ς ἐρήμου ἕως του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ παραδώσω εἰς τὰς χει̃ρας ὑμω̃ν τοὺς ἐγκαθημένους ἐν τη̨̃ γη̨̃ καὶ ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ |
32 οὐ συγκαταθήση̨ αὐτοι̃ς καὶ τοι̃ς θεοι̃ς αὐτω̃ν διαθήκην |
33 καὶ οὐκ ἐγκαθήσονται ἐν τη̨̃ γη̨̃ σου ἵνα μὴ ἁμαρτει̃ν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύση̨ς τοι̃ς θεοι̃ς αὐτω̃ν οὑ̃τοι ἔσονταί σοι πρόσκομμα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.