Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 30

καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων καὶ ποιήσεις αὐτὸ
πήχεος τὸ μη̃κος καὶ πήχεος τὸ εὐ̃ρος τετράγωνον ἔσται καὶ δύο πήχεων τὸ ὕψος ἐξ αὐτου̃ ἔσται τὰ κέρατα αὐτου̃
καὶ καταχρυσώσεις αὐτὰ χρυσίω̨ καθαρω̨̃ τὴν ἐσχάραν αὐτου̃ καὶ τοὺς τοίχους αὐτου̃ κύκλω̨ καὶ τὰ κέρατα αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ στρεπτὴν στεφάνην χρυση̃ν κύκλω̨
καὶ δύο δακτυλίους χρυσου̃ς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτου̃ εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοι̃ς δυσὶ πλευροι̃ς καὶ ἔσονται ψαλίδες ται̃ς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐται̃ς
καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίω̨
καὶ θήσεις αὐτὸ ἀπέναντι του̃ καταπετάσματος του̃ ὄντος ἐπὶ τη̃ς κιβωτου̃ τω̃ν μαρτυρίων ἐν οἱ̃ς γνωσθήσομαί σοι ἐκει̃θεν
καὶ θυμιάσει ἐπ' αὐτου̃ Ααρων θυμίαμα σύνθετον λεπτόν τὸ πρωὶ πρωί ὅταν ἐπισκευάζη̨ τοὺς λύχνους θυμιάσει ἐπ' αὐτου̃
καὶ ὅταν ἐξάπτη̨ Ααρων τοὺς λύχνους ὀψέ θυμιάσει ἐπ' αὐτου̃ θυμίαμα ἐνδελεχισμου̃ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτω̃ν
καὶ οὐκ ἀνοίσεις ἐπ' αὐτου̃ θυμίαμα ἕτερον κάρπωμα θυσίαν καὶ σπονδὴν οὐ σπείσεις ἐπ' αὐτου̃
10 καὶ ἐξιλάσεται ἐπ' αὐτὸ Ααρων ἐπὶ τω̃ν κεράτων αὐτου̃ ἅπαξ του̃ ἐνιαυτου̃ ἀπὸ του̃ αἵματος του̃ καθαρισμου̃ τω̃ν ἁμαρτιω̃ν του̃ ἐξιλασμου̃ ἅπαξ του̃ ἐνιαυτου̃ καθαριει̃ αὐτὸ εἰς τὰς γενεὰς αὐτω̃ν ἅγιον τω̃ν ἁγίων ἐστὶν κυρίω̨
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
12 ἐὰν λάβη̨ς τὸν συλλογισμὸν τω̃ν υἱω̃ν Ισραηλ ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτω̃ν καὶ δώσουσιν ἕκαστος λύτρα τη̃ς ψυχη̃ς αὐτου̃ τω̨̃ κυρίω̨ καὶ οὐκ ἔσται ἐν αὐτοι̃ς πτω̃σις ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτω̃ν
13 καὶ του̃τό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν τὸ ἥμισυ του̃ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσι ὀβολοὶ τὸ δίδραχμον τὸ δὲ ἥμισυ του̃ διδράχμου εἰσφορὰ κυρίω̨
14 πα̃ς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω δώσουσιν τὴν εἰσφορὰν κυρίω̨
15 ὁ πλουτω̃ν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ του̃ ἡμίσους του̃ διδράχμου ἐν τω̨̃ διδόναι τὴν εἰσφορὰν κυρίω̨ ἐξιλάσασθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν
16 καὶ λήμψη̨ τὸ ἀργύριον τη̃ς εἰσφορα̃ς παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔσται τοι̃ς υἱοι̃ς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
18 ποίησον λουτη̃ρα χαλκου̃ν καὶ βάσιν αὐτω̨̃ χαλκη̃ν ὥστε νίπτεσθαι καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἀνὰ μέσον του̃ θυσιαστηρίου καὶ ἐκχεει̃ς εἰς αὐτὸν ὕδωρ
19 καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἐξ αὐτου̃ τὰς χει̃ρας καὶ τοὺς πόδας ὕδατι
20 ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργει̃ν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα κυρίω̨
21 νίψονται τὰς χει̃ρας καὶ τοὺς πόδας ὕδατι ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσιν καὶ ἔσται αὐτοι̃ς νόμιμον αἰώνιον αὐτω̨̃ καὶ ται̃ς γενεαι̃ς αὐτου̃ μετ' αὐτόν
22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
23 καὶ σὺ λαβὲ ἡδύσματα τὸ ἄνθος σμύρνης ἐκλεκτη̃ς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
24 καὶ ἴρεως πεντακοσίους σίκλους του̃ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαίων ιν
25 καὶ ποιήσεις αὐτὸ ἔλαιον χρι̃σμα ἅγιον μύρον μυρεψικὸν τέχνη̨ μυρεψου̃ ἔλαιον χρι̃σμα ἅγιον ἔσται
26 καὶ χρίσεις ἐξ αὐτου̃ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὴν κιβωτὸν του̃ μαρτυρίου
27 καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸ θυσιαστήριον του̃ θυμιάματος
28 καὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων καὶ πάντα αὐτου̃ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃
29 καὶ ἁγιάσεις αὐτά καὶ ἔσται ἅγια τω̃ν ἁγίων πα̃ς ὁ ἁπτόμενος αὐτω̃ν ἁγιασθήσεται
30 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι
31 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται του̃το ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν
32 ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμι̃ν ἑαυτοι̃ς ὡσαύτως ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμι̃ν
33 ὃς ἂν ποιήση̨ ὡσαύτως καὶ ὃς ἂν δω̨̃ ἀπ' αὐτου̃ ἀλλογενει̃ ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃ αὐτου̃
34 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λαβὲ σεαυτω̨̃ ἡδύσματα στακτήν ὄνυχα χαλβάνην ἡδυσμου̃ καὶ λίβανον διαφανη̃ ἴσον ἴσω̨ ἔσται
35 καὶ ποιήσουσιν ἐν αὐτω̨̃ θυμίαμα μυρεψικὸν ἔργον μυρεψου̃ μεμιγμένον καθαρόν ἔργον ἅγιον
36 καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τω̃ν μαρτυρίων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ὅθεν γνωσθήσομαί σοι ἐκει̃θεν ἅγιον τω̃ν ἁγίων ἔσται ὑμι̃ν
37 θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς ἁγίασμα ἔσται ὑμι̃ν κυρίω̨
38 ὃς ἂν ποιήση̨ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτω̨̃ ἀπολει̃ται ἐκ του̃ λαου̃ αὐτου̃
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 31
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).