Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 37

1 καὶ ἐποίησαν τη̨̃ σκηνη̨̃ δέκα αὐλαίας
2 ὀκτὼ καὶ εἴκοσι πήχεων μη̃κος τη̃ς αὐλαίας τη̃ς μια̃ς τὸ αὐτὸ ἠ̃σαν πα̃σαι καὶ τεσσάρων πηχω̃ν τὸ εὐ̃ρος τη̃ς αὐλαίας τη̃ς μια̃ς
3 καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
4 καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν χρυσαι̃ καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες ἀργυραι̃
5 καὶ ἐποίησαν τὸ καταπέτασμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
6 καὶ τοὺς στύλους αὐτου̃ πέντε καὶ τοὺς κρίκους καὶ τὰς κεφαλίδας αὐτω̃ν καὶ τὰς ψαλίδας αὐτω̃ν κατεχρύσωσαν χρυσίω̨ καὶ αἱ βάσεις αὐτω̃ν πέντε χαλκαι̃
7 καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα ἱστία τη̃ς αὐλη̃ς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ' ἑκατόν
8 καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι
9 καὶ τὸ κλίτος τὸ πρὸς βορρα̃ν ἑκατὸν ἐφ' ἑκατόν καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι
10 καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαι̃αι πεντήκοντα πήχεων στυ̃λοι αὐτω̃ν δέκα καὶ αἱ βάσεις αὐτω̃ν δέκα
11 καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων
12 ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου καὶ οἱ στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς
13 καὶ ἐπὶ του̃ νώτου του̃ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τη̃ς αὐλη̃ς αὐλαι̃αι πεντεκαίδεκα πήχεων καὶ οἱ στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς
14 πα̃σαι αἱ αὐλαι̃αι τη̃ς αὐλη̃ς ἐκ βύσσου κεκλωσμένης
15 καὶ αἱ βάσεις τω̃ν στύλων χαλκαι̃ καὶ αἱ ἀγκύλαι αὐτω̃ν ἀργυραι̃ καὶ αἱ κεφαλίδες αὐτω̃ν περιηργυρωμέναι ἀργυρίω̨ καὶ οἱ στυ̃λοι περιηργυρωμένοι ἀργυρίω̨ πάντες οἱ στυ̃λοι τη̃ς αὐλη̃ς
16 καὶ τὸ καταπέτασμα τη̃ς πύλης τη̃ς αὐλη̃ς ἔργον ποικιλτου̃ ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης εἴκοσι πήχεων τὸ μη̃κος καὶ τὸ ὕψος καὶ τὸ εὐ̃ρος πέντε πήχεων ἐξισούμενον τοι̃ς ἱστίοις τη̃ς αὐλη̃ς
17 καὶ οἱ στυ̃λοι αὐτω̃ν τέσσαρες καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες χαλκαι̃ καὶ αἱ ἀγκύλαι αὐτω̃ν ἀργυραι̃ καὶ αἱ κεφαλίδες αὐτω̃ν περιηργυρωμέναι ἀργυρίω̨
18 καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίω̨ καὶ πάντες οἱ πάσσαλοι τη̃ς αὐλη̃ς κύκλω̨ χαλκοι̃
19 καὶ αὕτη ἡ σύνταξις τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καθὰ συνετάγη Μωυση̨̃ τὴν λειτουργίαν εἰ̃ναι τω̃ν Λευιτω̃ν διὰ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως
20 καὶ Βεσελεηλ ὁ του̃ Ουριου ἐκ φυλη̃ς Ιουδα ἐποίησεν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
21 καὶ Ελιαβ ὁ του̃ Αχισαμακ ἐκ τη̃ς φυλη̃ς Δαν ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ὑφα̃ναι τω̨̃ κοκκίνω̨ καὶ τη̨̃ βύσσω̨
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 38
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).