1 καὶ μετὰ ταυ̃τα εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων πρὸς Φαραω καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι ἑορτάσωσιν ἐν τη̨̃ ἐρήμω̨ |
2 καὶ εἰ̃πεν Φαραω τίς ἐστιν οὑ̃ εἰσακούσομαι τη̃ς φωνη̃ς αὐτου̃ ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ οὐκ οἰ̃δα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω |
3 καὶ λέγουσιν αὐτω̨̃ ὁ θεὸς τω̃ν Εβραίων προσκέκληται ἡμα̃ς πορευσόμεθα οὐ̃ν ὁδὸν τριω̃ν ἡμερω̃ν εἰς τὴν ἔρημον ὅπως θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν μήποτε συναντήση̨ ἡμι̃ν θάνατος ἢ φόνος |
4 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεὺς Αἰγύπτου ἵνα τί Μωυση̃ καὶ Ααρων διαστρέφετε τὸν λαόν μου ἀπὸ τω̃ν ἔργων ἀπέλθατε ἕκαστος ὑμω̃ν πρὸς τὰ ἔργα αὐτου̃ |
5 καὶ εἰ̃πεν Φαραω ἰδοὺ νυ̃ν πολυπληθει̃ ὁ λαός μὴ οὐ̃ν καταπαύσωμεν αὐτοὺς ἀπὸ τω̃ν ἔργων |
6 συνέταξεν δὲ Φαραω τοι̃ς ἐργοδιώκταις του̃ λαου̃ καὶ τοι̃ς γραμματευ̃σιν λέγων |
7 οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τω̨̃ λαω̨̃ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοι̃ς ἄχυρα |
8 καὶ τὴν σύνταξιν τη̃ς πλινθείας ἡ̃ς αὐτοὶ ποιου̃σιν καθ' ἑκάστην ἡμέραν ἐπιβαλει̃ς αὐτοι̃ς οὐκ ἀφελει̃ς οὐδέν σχολάζουσιν γάρ διὰ του̃το κεκράγασιν λέγοντες πορευθω̃μεν καὶ θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν |
9 βαρυνέσθω τὰ ἔργα τω̃ν ἀνθρώπων τούτων καὶ μεριμνάτωσαν ταυ̃τα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοι̃ς |
10 κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιω̃κται καὶ οἱ γραμματει̃ς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει Φαραω οὐκέτι δίδωμι ὑμι̃ν ἄχυρα |
11 αὐτοὶ ὑμει̃ς πορευόμενοι συλλέγετε ἑαυτοι̃ς ἄχυρα ὅθεν ἐὰν εὕρητε οὐ γὰρ ἀφαιρει̃ται ἀπὸ τη̃ς συντάξεως ὑμω̃ν οὐθέν |
12 καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλη̨ Αἰγύπτω̨ συναγαγει̃ν καλάμην εἰς ἄχυρα |
13 οἱ δὲ ἐργοδιω̃κται κατέσπευδον αὐτοὺς λέγοντες συντελει̃τε τὰ ἔργα τὰ καθήκοντα καθ' ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμι̃ν |
14 καὶ ἐμαστιγώθησαν οἱ γραμματει̃ς του̃ γένους τω̃ν υἱω̃ν Ισραηλ οἱ κατασταθέντες ἐπ' αὐτοὺς ὑπὸ τω̃ν ἐπιστατω̃ν του̃ Φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμω̃ν τη̃ς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τη̃ς σήμερον |
15 εἰσελθόντες δὲ οἱ γραμματει̃ς τω̃ν υἱω̃ν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ἵνα τί οὕτως ποιει̃ς τοι̃ς σοι̃ς οἰκέταις |
16 ἄχυρον οὐ δίδοται τοι̃ς οἰκέταις σου καὶ τὴν πλίνθον ἡμι̃ν λέγουσιν ποιει̃ν καὶ ἰδοὺ οἱ παι̃δές σου μεμαστίγωνται ἀδικήσεις οὐ̃ν τὸν λαόν σου |
17 καὶ εἰ̃πεν αὐτοι̃ς σχολάζετε σχολασταί ἐστε διὰ του̃το λέγετε πορευθω̃μεν θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν |
18 νυ̃ν οὐ̃ν πορευθέντες ἐργάζεσθε τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμι̃ν καὶ τὴν σύνταξιν τη̃ς πλινθείας ἀποδώσετε |
19 ἑώρων δὲ οἱ γραμματει̃ς τω̃ν υἱω̃ν Ισραηλ ἑαυτοὺς ἐν κακοι̃ς λέγοντες οὐκ ἀπολείψετε τη̃ς πλινθείας τὸ καθη̃κον τη̨̃ ἡμέρα̨ |
20 συνήντησαν δὲ Μωυση̨̃ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοι̃ς ἐκπορευομένων αὐτω̃ν ἀπὸ Φαραω |
21 καὶ εἰ̃παν αὐτοι̃ς ἴδοι ὁ θεὸς ὑμα̃ς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμω̃ν ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ δου̃ναι ῥομφαίαν εἰς τὰς χει̃ρας αὐτου̃ ἀποκτει̃ναι ἡμα̃ς |
22 ἐπέστρεψεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ εἰ̃πεν κύριε διὰ τί ἐκάκωσας τὸν λαὸν του̃τον καὶ ἵνα τί ἀπέσταλκάς με |
23 καὶ ἀφ' οὑ̃ πεπόρευμαι πρὸς Φαραω λαλη̃σαι ἐπὶ τω̨̃ σω̨̃ ὀνόματι ἐκάκωσεν τὸν λαὸν του̃τον καὶ οὐκ ἐρρύσω τὸν λαόν σου |