Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 8

εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἴσελθε πρὸς Φαραω καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν
εἰ δὲ μὴ βούλει σὺ ἐξαποστει̃λαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοι̃ς βατράχοις
καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τω̃ν κοιτώνων σου καὶ ἐπὶ τω̃ν κλινω̃ν σου καὶ εἰς τοὺς οἴκους τω̃ν θεραπόντων σου καὶ του̃ λαου̃ σου καὶ ἐν τοι̃ς φυράμασίν σου καὶ ἐν τοι̃ς κλιβάνοις σου
καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι
εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων τω̨̃ ἀδελφω̨̃ σου ἕκτεινον τη̨̃ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους
καὶ ἐξέτεινεν Ααρων τὴν χει̃ρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγεν τοὺς βατράχους καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψεν τὴν γη̃ν Αἰγύπτου
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τω̃ν Αἰγυπτίων ται̃ς φαρμακείαις αὐτω̃ν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γη̃ν Αἰγύπτου
καὶ ἐκάλεσεν Φαραω Μωυση̃ν καὶ Ααρων καὶ εἰ̃πεν εὔξασθε περὶ ἐμου̃ πρὸς κύριον καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμου̃ καὶ ἀπὸ του̃ ἐμου̃ λαου̃ καὶ ἐξαποστελω̃ τὸν λαόν καὶ θύσωσιν κυρίω̨
εἰ̃πεν δὲ Μωυση̃ς πρὸς Φαραω τάξαι πρός με πότε εὔξωμαι περὶ σου̃ καὶ περὶ τω̃ν θεραπόντων σου καὶ περὶ του̃ λαου̃ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σου̃ καὶ ἀπὸ του̃ λαου̃ σου καὶ ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν πλὴν ἐν τω̨̃ ποταμω̨̃ ὑπολειφθήσονται
10 ὁ δὲ εἰ̃πεν εἰς αὔριον εἰ̃πεν οὐ̃ν ὡς εἴρηκας ἵνα εἰδη̨̃ς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν κυρίου
11 καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σου̃ καὶ ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν καὶ ἐκ τω̃ν ἐπαύλεων καὶ ἀπὸ τω̃ν θεραπόντων σου καὶ ἀπὸ του̃ λαου̃ σου πλὴν ἐν τω̨̃ ποταμω̨̃ ὑπολειφθήσονται
12 ἐξη̃λθεν δὲ Μωυση̃ς καὶ Ααρων ἀπὸ Φαραω καὶ ἐβόησεν Μωυση̃ς πρὸς κύριον περὶ του̃ ὁρισμου̃ τω̃ν βατράχων ὡς ἐτάξατο Φαραω
13 ἐποίησεν δὲ κύριος καθάπερ εἰ̃πεν Μωυση̃ς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τω̃ν οἰκιω̃ν καὶ ἐκ τω̃ν ἐπαύλεων καὶ ἐκ τω̃ν ἀγρω̃ν
14 καὶ συνήγαγον αὐτοὺς θιμωνιὰς θιμωνιάς καὶ ὤζεσεν ἡ γη̃
15 ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις ἐβαρύνθη ἡ καρδία αὐτου̃ καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ ἐλάλησεν κύριος
16 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων ἕκτεινον τη̨̃ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χω̃μα τη̃ς γη̃ς καὶ ἔσονται σκνι̃φες ἔν τε τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν καὶ ἐν πάση̨ γη̨̃ Αἰγύπτου
17 ἐξέτεινεν οὐ̃ν Ααρων τη̨̃ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χω̃μα τη̃ς γη̃ς καὶ ἐγένοντο οἱ σκνι̃φες ἔν τε τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν καὶ ἐν παντὶ χώματι τη̃ς γη̃ς ἐγένοντο οἱ σκνι̃φες ἐν πάση̨ γη̨̃ Αἰγύπτου
18 ἐποιήσαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ται̃ς φαρμακείαις αὐτω̃ν ἐξαγαγει̃ν τὸν σκνι̃φα καὶ οὐκ ἠδύναντο καὶ ἐγένοντο οἱ σκνι̃φες ἐν τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν
19 εἰ̃παν οὐ̃ν οἱ ἐπαοιδοὶ τω̨̃ Φαραω δάκτυλος θεου̃ ἐστιν του̃το καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ ἐλάλησεν κύριος
20 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ὄρθρισον τὸ πρωὶ καὶ στη̃θι ἐναντίον Φαραω καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν ἐν τη̨̃ ἐρήμω̨
21 ἐὰν δὲ μὴ βούλη̨ ἐξαποστει̃λαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμω̃ν κυνόμυιαν καὶ πλησθήσονται αἱ οἰκίαι τω̃ν Αἰγυπτίων τη̃ς κυνομυίης καὶ εἰς τὴν γη̃ν ἐφ' ἡ̃ς εἰσιν ἐπ' αὐτη̃ς
22 καὶ παραδοξάσω ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὴν γη̃ν Γεσεμ ἐφ' ἡ̃ς ὁ λαός μου ἔπεστιν ἐπ' αὐτη̃ς ἐφ' ἡ̃ς οὐκ ἔσται ἐκει̃ ἡ κυνόμυια ἵνα εἰδη̨̃ς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τη̃ς γη̃ς
23 καὶ δώσω διαστολὴν ἀνὰ μέσον του̃ ἐμου̃ λαου̃ καὶ ἀνὰ μέσον του̃ σου̃ λαου̃ ἐν δὲ τη̨̃ αὔριον ἔσται τὸ σημει̃ον του̃το ἐπὶ τη̃ς γη̃ς
24 ἐποίησεν δὲ κύριος οὕτως καὶ παρεγένετο ἡ κυνόμυια πλη̃θος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τω̃ν θεραπόντων αὐτου̃ καὶ εἰς πα̃σαν τὴν γη̃ν Αἰγύπτου καὶ ἐξωλεθρεύθη ἡ γη̃ ἀπὸ τη̃ς κυνομυίης
25 ἐκάλεσεν δὲ Φαραω Μωυση̃ν καὶ Ααρων λέγων ἐλθόντες θύσατε τω̨̃ θεω̨̃ ὑμω̃ν ἐν τη̨̃ γη̨̃
26 καὶ εἰ̃πεν Μωυση̃ς οὐ δυνατὸν γενέσθαι οὕτως τὰ γὰρ βδελύγματα τω̃ν Αἰγυπτίων θύσομεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τω̃ν Αἰγυπτίων ἐναντίον αὐτω̃ν λιθοβοληθησόμεθα
27 ὁδὸν τριω̃ν ἡμερω̃ν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν καθάπερ εἰ̃πεν ἡμι̃ν
28 καὶ εἰ̃πεν Φαραω ἐγὼ ἀποστέλλω ὑμα̃ς καὶ θύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨ ἀλλ' οὐ μακρὰν ἀποτενει̃τε πορευθη̃ναι εὔξασθε οὐ̃ν περὶ ἐμου̃ πρὸς κύριον
29 εἰ̃πεν δὲ Μωυση̃ς ὅδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σου̃ καὶ εὔξομαι πρὸς τὸν θεόν καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ σου̃ καὶ ἀπὸ τω̃ν θεραπόντων σου καὶ του̃ λαου̃ σου αὔριον μὴ προσθη̨̃ς ἔτι Φαραω ἐξαπατη̃σαι του̃ μὴ ἐξαποστει̃λαι τὸν λαὸν θυ̃σαι κυρίω̨
30 ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν
31 ἐποίησεν δὲ κύριος καθάπερ εἰ̃πεν Μωυση̃ς καὶ περιει̃λεν τὴν κυνόμυιαν ἀπὸ Φαραω καὶ τω̃ν θεραπόντων αὐτου̃ καὶ του̃ λαου̃ αὐτου̃ καὶ οὐ κατελείφθη οὐδεμία
32 καὶ ἐβάρυνεν Φαραω τὴν καρδίαν αὐτου̃ καὶ ἐπὶ του̃ καιρου̃ τούτου καὶ οὐκ ἠθέλησεν ἐξαποστει̃λαι τὸν λαόν
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 9
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).