Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 9

εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἴσελθε πρὸς Φαραω καὶ ἐρει̃ς αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς τω̃ν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν
εἰ μὲν οὐ̃ν μὴ βούλει ἐξαποστει̃λαι τὸν λαόν μου ἀλλ' ἔτι ἐγκρατει̃ς αὐτου̃
ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοι̃ς κτήνεσίν σου τοι̃ς ἐν τοι̃ς πεδίοις ἔν τε τοι̃ς ἵπποις καὶ ἐν τοι̃ς ὑποζυγίοις καὶ ται̃ς καμήλοις καὶ βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα
καὶ παραδοξάσω ἐγὼ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν Αἰγυπτίων καὶ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν υἱω̃ν Ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τω̃ν του̃ Ισραηλ υἱω̃ν ῥητόν
καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων ἐν τη̨̃ αὔριον ποιήσει κύριος τὸ ῥη̃μα του̃το ἐπὶ τη̃ς γη̃ς
καὶ ἐποίησεν κύριος τὸ ῥη̃μα του̃το τη̨̃ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τω̃ν Αἰγυπτίων ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν υἱω̃ν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν
ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν υἱω̃ν Ισραηλ οὐδέν ἐβαρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν
εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων λάβετε ὑμει̃ς πλήρεις τὰς χει̃ρας αἰθάλης καμιναίας καὶ πασάτω Μωυση̃ς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃
καὶ γενηθήτω κονιορτὸς ἐπὶ πα̃σαν τὴν γη̃ν Αἰγύπτου καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη φλυκτίδες ἀναζέουσαι ἔν τε τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν καὶ ἐν πάση̨ γη̨̃ Αἰγύπτου
10 καὶ ἔλαβεν τὴν αἰθάλην τη̃ς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυση̃ς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν
11 καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στη̃ναι ἐναντίον Μωυση̃ διὰ τὰ ἕλκη ἐγένετο γὰρ τὰ ἔλκη ἐν τοι̃ς φαρμακοι̃ς καὶ ἐν πάση̨ γη̨̃ Αἰγύπτου
12 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθὰ συνέταξεν κύριος
13 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ὄρθρισον τὸ πρωὶ καὶ στη̃θι ἐναντίον Φαραω καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τω̃ν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι
14 ἐν τω̨̃ γὰρ νυ̃ν καιρω̨̃ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τω̃ν θεραπόντων σου καὶ του̃ λαου̃ σου ἵν' εἰδη̨̃ς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάση̨ τη̨̃ γη̨̃
15 νυ̃ν γὰρ ἀποστείλας τὴν χει̃ρα πατάξω σε καὶ τὸν λαόν σου θανάτω̨ καὶ ἐκτριβήση̨ ἀπὸ τη̃ς γη̃ς
16 καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελη̨̃ τὸ ὄνομά μου ἐν πάση̨ τη̨̃ γη̨̃
17 ἔτι οὐ̃ν σὺ ἐμποιη̨̃ του̃ λαου̃ μου του̃ μὴ ἐξαποστει̃λαι αὐτούς
18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτω̨ ἀφ' ἡ̃ς ἡμέρας ἕκτισται ἕως τη̃ς ἡμέρας ταύτης
19 νυ̃ν οὐ̃ν κατάσπευσον συναγαγει̃ν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τω̨̃ πεδίω̨ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθη̨̃ ἐν τω̨̃ πεδίω̨ καὶ μὴ εἰσέλθη̨ εἰς οἰκίαν πέση̨ δὲ ἐπ' αὐτὰ ἡ χάλαζα τελευτήσει
20 ὁ φοβούμενος τὸ ῥη̃μα κυρίου τω̃ν θεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτου̃ εἰς τοὺς οἴκους
21 ὃς δὲ μὴ προσέσχεν τη̨̃ διανοία̨ εἰς τὸ ῥη̃μα κυρίου ἀφη̃κεν τὰ κτήνη ἐν τοι̃ς πεδίοις
22 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρά σου εἰς τὸν οὐρανόν καὶ ἔσται χάλαζα ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πα̃σαν βοτάνην τὴν ἐπὶ τη̃ς γη̃ς
23 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα εἰς τὸν οὐρανόν καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν καὶ διέτρεχεν τὸ πυ̃ρ ἐπὶ τη̃ς γη̃ς καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου
24 ἠ̃ν δὲ ἡ χάλαζα καὶ τὸ πυ̃ρ φλογίζον ἐν τη̨̃ χαλάζη̨ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτω̨ ἀφ' οὑ̃ γεγένηται ἐπ' αὐτη̃ς ἔθνος
25 ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάση̨ γη̨̃ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πα̃σαν βοτάνην τὴν ἐν τω̨̃ πεδίω̨ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοι̃ς πεδίοις συνέτριψεν ἡ χάλαζα
26 πλὴν ἐν γη̨̃ Γεσεμ οὑ̃ ἠ̃σαν οἱ υἱοὶ Ισραηλ οὐκ ἐγένετο ἡ χάλαζα
27 ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυση̃ν καὶ Ααρων καὶ εἰ̃πεν αὐτοι̃ς ἡμάρτηκα τὸ νυ̃ν ὁ κύριος δίκαιος ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβει̃ς
28 εὔξασθε οὐ̃ν περὶ ἐμου̃ πρὸς κύριον καὶ παυσάσθω του̃ γενηθη̃ναι φωνὰς θεου̃ καὶ χάλαζαν καὶ πυ̃ρ καὶ ἐξαποστελω̃ ὑμα̃ς καὶ οὐκέτι προσθήσεσθε μένειν
29 εἰ̃πεν δὲ αὐτω̨̃ Μωυση̃ς ὡς ἂν ἐξέλθω τὴν πόλιν ἐκπετάσω τὰς χει̃ράς μου πρὸς κύριον καὶ αἱ φωναὶ παύσονται καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι ἵνα γνω̨̃ς ὅτι του̃ κυρίου ἡ γη̃
30 καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον
31 τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη ἡ γὰρ κριθὴ παρεστηκυι̃α τὸ δὲ λίνον σπερματίζον
32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη ὄψιμα γὰρ ἠ̃ν
33 ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω ἐκτὸς τη̃ς πόλεως καὶ ἐξεπέτασεν τὰς χει̃ρας πρὸς κύριον καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γη̃ν
34 ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί προσέθετο του̃ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτου̃ τὴν καρδίαν καὶ τω̃ν θεραπόντων αὐτου̃
35 καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ καθάπερ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).