Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 1

καὶ ἐγένετο ἐν τω̨̃ τριακοστω̨̃ ἔτει ἐν τω̨̃ τετάρτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσω̨ τη̃ς αἰχμαλωσίας ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἠνοίχθησαν οἱ οὐρανοί καὶ εἰ̃δον ὁράσεις θεου̃
πέμπτη̨ του̃ μηνός του̃το τὸ ἔτος τὸ πέμπτον τη̃ς αἰχμαλωσίας του̃ βασιλέως Ιωακιμ
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γη̨̃ Χαλδαίων ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου
καὶ εἰ̃δον καὶ ἰδοὺ πνευ̃μα ἐξαι̃ρον ἤρχετο ἀπὸ βορρα̃ καὶ νεφέλη μεγάλη ἐν αὐτω̨̃ καὶ φέγγος κύκλω̨ αὐτου̃ καὶ πυ̃ρ ἐξαστράπτον καὶ ἐν τω̨̃ μέσω̨ αὐτου̃ ὡς ὅρασις ἠλέκτρου ἐν μέσω̨ του̃ πυρὸς καὶ φέγγος ἐν αὐτω̨̃
καὶ ἐν τω̨̃ μέσω̨ ὡς ὁμοίωμα τεσσάρων ζώ̨ων καὶ αὕτη ἡ ὅρασις αὐτω̃ν ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοι̃ς
καὶ τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ τέσσαρες πτέρυγες τω̨̃ ἑνί
καὶ τὰ σκέλη αὐτω̃ν ὀρθά καὶ πτερωτοὶ οἱ πόδες αὐτω̃ν καὶ σπινθη̃ρες ὡς ἐξαστράπτων χαλκός καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτω̃ν
καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν ἐπὶ τὰ τέσσαρα μέρη αὐτω̃ν καὶ τὰ πρόσωπα αὐτω̃ν τω̃ν τεσσάρων
οὐκ ἐπεστρέφοντο ἐν τω̨̃ βαδίζειν αὐτά ἕκαστον κατέναντι του̃ προσώπου αὐτω̃ν ἐπορεύοντο
10 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιω̃ν τοι̃ς τέσσαρσιν καὶ πρόσωπον μόσχου ἐξ ἀριστερω̃ν τοι̃ς τέσσαρσιν καὶ πρόσωπον ἀετου̃ τοι̃ς τέσσαρσιν
11 καὶ αἱ πτέρυγες αὐτω̃ν ἐκτεταμέναι ἄνωθεν τοι̃ς τέσσαρσιν ἑκατέρω̨ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω του̃ σώματος αὐτω̃ν
12 καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτου̃ ἐπορεύετο οὑ̃ ἂν ἠ̃ν τὸ πνευ̃μα πορευόμενον ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον
13 καὶ ἐν μέσω̨ τω̃ν ζώ̨ων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τω̃ν ζώ̨ων καὶ φέγγος του̃ πυρός καὶ ἐκ του̃ πυρὸς ἐξεπορεύετο ἀστραπή
14 ...
15 καὶ εἰ̃δον καὶ ἰδοὺ τροχὸς εἱ̃ς ἐπὶ τη̃ς γη̃ς ἐχόμενος τω̃ν ζώ̨ων τοι̃ς τέσσαρσιν
16 καὶ τὸ εἰ̃δος τω̃ν τροχω̃ν ὡς εἰ̃δος θαρσις καὶ ὁμοίωμα ἓν τοι̃ς τέσσαρσιν καὶ τὸ ἔργον αὐτω̃ν ἠ̃ν καθὼς ἂν εἴη τροχὸς ἐν τροχω̨̃
17 ἐπὶ τὰ τέσσαρα μέρη αὐτω̃ν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτὰ
18 οὐδ' οἱ νω̃τοι αὐτω̃ν καὶ ὕψος ἠ̃ν αὐτοι̃ς καὶ εἰ̃δον αὐτά καὶ οἱ νω̃τοι αὐτω̃ν πλήρεις ὀφθαλμω̃ν κυκλόθεν τοι̃ς τέσσαρσιν
19 καὶ ἐν τω̨̃ πορεύεσθαι τὰ ζω̨̃α ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἐν τω̨̃ ἐξαίρειν τὰ ζω̨̃α ἀπὸ τη̃ς γη̃ς ἐξή̨ροντο οἱ τροχοί
20 οὑ̃ ἂν ἠ̃ν ἡ νεφέλη ἐκει̃ τὸ πνευ̃μα του̃ πορεύεσθαι ἐπορεύοντο τὰ ζω̨̃α καὶ οἱ τροχοὶ καὶ ἐξή̨ροντο σὺν αὐτοι̃ς διότι πνευ̃μα ζωη̃ς ἠ̃ν ἐν τοι̃ς τροχοι̃ς
21 ἐν τω̨̃ πορεύεσθαι αὐτὰ ἐπορεύοντο καὶ ἐν τω̨̃ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τω̨̃ ἐξαίρειν αὐτὰ ἀπὸ τη̃ς γη̃ς ἐξή̨ροντο σὺν αὐτοι̃ς ὅτι πνευ̃μα ζωη̃ς ἠ̃ν ἐν τοι̃ς τροχοι̃ς
22 καὶ ὁμοίωμα ὑπὲρ κεφαλη̃ς αὐτοι̃ς τω̃ν ζώ̨ων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τω̃ν πτερύγων αὐτω̃ν ἐπάνωθεν
23 καὶ ὑποκάτω του̃ στερεώματος αἱ πτέρυγες αὐτω̃ν ἐκτεταμέναι πτερυσσόμεναι ἑτέρα τη̨̃ ἑτέρα̨ ἑκάστω̨ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτω̃ν
24 καὶ ἤκουον τὴν φωνὴν τω̃ν πτερύγων αὐτω̃ν ἐν τω̨̃ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλου̃ καὶ ἐν τω̨̃ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτω̃ν
25 καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν του̃ στερεώματος του̃ ὄντος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν
26 ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ' αὐτου̃ καὶ ἐπὶ του̃ ὁμοιώματος του̃ θρόνου ὁμοίωμα ὡς εἰ̃δος ἀνθρώπου ἄνωθεν
27 καὶ εἰ̃δον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἰ̃δον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτου̃ κύκλω̨
28 ὡς ὅρασις τόξου ὅταν ἠ̨̃ ἐν τη̨̃ νεφέλη̨ ἐν ἡμέρα̨ ὑετου̃ οὕτως ἡ στάσις του̃ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἰ̃δον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλου̃ντος
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 2
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).