Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 2

καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου στη̃θι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ
καὶ ἠ̃λθεν ἐπ' ἐμὲ πνευ̃μα καὶ ἀνέλαβέν με καὶ ἐξη̃ρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου καὶ ἤκουον αὐτου̃ λαλου̃ντος πρός με
καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας
καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος
ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν καὶ γνώσονται ὅτι προφήτης εἰ̃ σὺ ἐν μέσω̨ αὐτω̃ν
καὶ σύ υἱὲ ἀνθρώπου μὴ φοβηθη̨̃ς αὐτοὺς μηδὲ ἐκστη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλω̨ καὶ ἐν μέσω̨ σκορπίων σὺ κατοικει̃ς τοὺς λόγους αὐτω̃ν μὴ φοβηθη̨̃ς καὶ ἀπὸ προσώπου αὐτω̃ν μὴ ἐκστη̨̃ς διότι οἰ̃κος παραπικραίνων ἐστίν
καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν
καὶ σύ υἱὲ ἀνθρώπου ἄκουε του̃ λαλου̃ντος πρὸς σέ μὴ γίνου παραπικραίνων καθὼς ὁ οἰ̃κος ὁ παραπικραίνων χάνε τὸ στόμα σου καὶ φάγε ἃ ἐγὼ δίδωμί σοι
καὶ εἰ̃δον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με καὶ ἐν αὐτη̨̃ κεφαλὶς βιβλίου
10 καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμου̃ καὶ ἐν αὐτη̨̃ γεγραμμένα ἠ̃ν τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν καὶ ἐγέγραπτο εἰς αὐτὴν θρη̃νος καὶ μέλος καὶ οὐαί
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).