ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 14,
στἰχοι 14-20
14 καὶ ἐὰν ὠ̃σιν οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τη̨̃ δικαιοσύνη̨ αὐτω̃ν σωθήσονται λέγει κύριος |
15 ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γη̃ν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τω̃ν θηρίων |
16 καὶ οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς ὠ̃σι ζω̃ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ' ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γη̃ ἔσται εἰς ὄλεθρον |
17 ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γη̃ν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τη̃ς γη̃ς καὶ ἐξαρω̃ ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος |
18 καὶ οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς ζω̃ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται |
19 ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γη̃ν ἐκείνην καὶ ἐκχεω̃ τὸν θυμόν μου ἐπ' αὐτὴν ἐν αἵματι του̃ ἐξολεθρευ̃σαι ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος |
20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσω̨ αὐτη̃ς ζω̃ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθω̃σιν αὐτοὶ ἐν τη̨̃ δικαιοσύνη̨ αὐτω̃ν ῥύσονται τὰς ψυχὰς αὐτω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.