Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 16

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου διαμάρτυραι τη̨̃ Ιερουσαλημ τὰς ἀνομίας αὐτη̃ς
3 καὶ ἐρει̃ς τάδε λέγει κύριος τη̨̃ Ιερουσαλημ ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γη̃ς Χανααν ὁ πατήρ σου Αμορραι̃ος καὶ ἡ μήτηρ σου Χετταία
4 καὶ ἡ γένεσίς σου ἐν ἡ̨̃ ἡμέρα̨ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης
5 οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ του̃ ποιη̃σαί σοι ἓν ἐκ πάντων τούτων του̃ παθει̃ν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον του̃ πεδίου τη̨̃ σκολιότητι τη̃ς ψυχη̃ς σου ἐν ἡ̨̃ ἡμέρα̨ ἐτέχθης
6 καὶ διη̃λθον ἐπὶ σὲ καὶ εἰ̃δόν σε πεφυρμένην ἐν τω̨̃ αἵματί σου καὶ εἰ̃πά σοι ἐκ του̃ αἵματός σου ζωή
7 πληθύνου καθὼς ἡ ἀνατολὴ του̃ ἀγρου̃ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰση̃λθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ ἡ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἠ̃σθα γυμνὴ καὶ ἀσχημονου̃σα
8 καὶ διη̃λθον διὰ σου̃ καὶ εἰ̃δόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰση̃λθον ἐν διαθήκη̨ μετὰ σου̃ λέγει κύριος καὶ ἐγένου μοι
9 καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἱ̃μά σου ἀπὸ σου̃ καὶ ἔχρισά σε ἐν ἐλαίω̨
10 καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσω̨ καὶ περιέβαλόν σε τριχάπτω̨
11 καὶ ἐκόσμησά σε κόσμω̨ καὶ περιέθηκα ψέλια περὶ τὰς χει̃ράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
12 καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτη̃ρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὠ̃τά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου
13 καὶ ἐκοσμήθης χρυσίω̨ καὶ ἀργυρίω̨ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα
14 καὶ ἐξη̃λθέν σου ὄνομα ἐν τοι̃ς ἔθνεσιν ἐν τω̨̃ κάλλει σου διότι συντετελεσμένον ἠ̃ν ἐν εὐπρεπεία̨ ἐν τη̨̃ ὡραιότητι ἡ̨̃ ἔταξα ἐπὶ σέ λέγει κύριος
15 καὶ ἐπεποίθεις ἐν τω̨̃ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τω̨̃ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται
16 καὶ ἔλαβες ἐκ τω̃ν ἱματίων σου καὶ ἐποίησας σεαυτη̨̃ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ' αὐτά καὶ οὐ μὴ εἰσέλθη̨ς οὐδὲ μὴ γένηται
17 καὶ ἔλαβες τὰ σκεύη τη̃ς καυχήσεώς σου ἐκ του̃ χρυσίου μου καὶ ἐκ του̃ ἀργυρίου μου ἐξ ὡ̃ν ἔδωκά σοι καὶ ἐποίησας σεαυτη̨̃ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐται̃ς
18 καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτω̃ν
19 καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτω̃ν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος
20 καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοι̃ς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας
21 καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τω̨̃ ἀποτροπιάζεσθαί σε ἐν αὐτοι̃ς
22 του̃το παρὰ πα̃σαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τη̃ς νηπιότητός σου ὅτε ἠ̃σθα γυμνὴ καὶ ἀσχημονου̃σα καὶ πεφυρμένη ἐν τω̨̃ αἵματί σου ἔζησας
23 καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος
24 καὶ ὠ̨κοδόμησας σεαυτη̨̃ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτη̨̃ ἔκθεμα ἐν πάση̨ πλατεία̨
25 καὶ ἐπ' ἀρχη̃ς πάσης ὁδου̃ ὠ̨κοδόμησας τὰ πορνει̃ά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδω̨ καὶ ἐπλήθυνας τὴν πορνείαν σου
26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμορου̃ντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχω̃ς ἐξεπόρνευσας του̃ παροργίσαι με
27 ἐὰν δὲ ἐκτείνω τὴν χει̃ρά μου ἐπὶ σέ καὶ ἐξαρω̃ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τη̃ς ὁδου̃ σου ἡ̃ς ἠσέβησας
28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ' οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω
29 καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γη̃ν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης
30 τί διαθω̃ τὴν θυγατέρα σου λέγει κύριος ἐν τω̨̃ ποιη̃σαί σε ταυ̃τα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσω̃ς
31 ἐν ται̃ς θυγατράσιν σου τὸ πορνει̃όν σου ὠ̨κοδόμησας ἐπὶ πάσης ἀρχη̃ς ὁδου̃ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάση̨ πλατεία̨ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα
32 ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ του̃ ἀνδρὸς αὐτη̃ς λαμβάνουσα μισθώματα
33 πα̃σι τοι̃ς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα καὶ σὺ δέδωκας μισθώματα πα̃σι τοι̃ς ἐρασται̃ς σου καὶ ἐφόρτιζες αὐτοὺς του̃ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τη̨̃ πορνεία̨ σου
34 καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναι̃κας ἐν τη̨̃ πορνεία̨ σου καὶ μετὰ σου̃ πεπορνεύκασιν ἐν τω̨̃ προσδιδόναι σε μισθώματα καὶ σοὶ μισθώματα οὐκ ἐδόθη καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα
35 διὰ του̃το πόρνη ἄκουε λόγον κυρίου
36 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐξέχεας τὸν χαλκόν σου καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τη̨̃ πορνεία̨ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τω̃ν ἀνομιω̃ν σου καὶ ἐν τοι̃ς αἵμασιν τω̃ν τέκνων σου ὡ̃ν ἔδωκας αὐτοι̃ς
37 διὰ του̃το ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἱ̃ς ἐπεμίγης ἐν αὐτοι̃ς καὶ πάντας οὓς ἠγάπησας σὺν πα̃σιν οἱ̃ς ἐμίσεις καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς καὶ ὄψονται πα̃σαν τὴν αἰσχύνην σου
38 καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἱ̃μα καὶ θήσω σε ἐν αἵματι θυμου̃ καὶ ζήλου
39 καὶ παραδώσω σε εἰς χει̃ρας αὐτω̃ν καὶ κατασκάψουσιν τὸ πορνει̃όν σου καὶ καθελου̃σιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τη̃ς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονου̃σαν
40 καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοι̃ς ξίφεσιν αὐτω̃ν
41 καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικω̃ν πολλω̃ν καὶ ἀποστρέψω σε ἐκ τη̃ς πορνείας σου καὶ μισθώματα οὐ μὴ δω̨̃ς οὐκέτι
42 καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ καὶ ἐξαρθήσεται ὁ ζη̃λός μου ἐκ σου̃ καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι
43 ἀνθ' ὡ̃ν οὐκ ἐμνήσθης τὴν ἡμέραν τη̃ς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πα̃σι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ται̃ς ἀνομίαις σου
44 ταυ̃τά ἐστιν πάντα ὅσα εἰ̃παν κατὰ σου̃ ἐν παραβολη̨̃ λέγοντες καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ
45 θυγάτηρ τη̃ς μητρός σου σὺ εἰ̃ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτη̃ς καὶ τὰ τέκνα αὐτη̃ς καὶ ἀδελφὴ τω̃ν ἀδελφω̃ν σου τω̃ν ἀπωσαμένων τοὺς ἄνδρας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν ἡ μήτηρ ὑμω̃ν Χετταία καὶ ὁ πατὴρ ὑμω̃ν Αμορραι̃ος
46 ἡ ἀδελφὴ ὑμω̃ν ἡ πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτη̃ς ἡ κατοικου̃σα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικου̃σα ἐκ δεξιω̃ν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτη̃ς
47 καὶ οὐδ' ὡ̃ς ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτω̃ν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ται̃ς ὁδοι̃ς σου
48 ζω̃ ἐγώ λέγει κύριος εἰ πεποίηκεν Σοδομα ἡ ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτη̃ς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου
49 πλὴν του̃το τὸ ἀνόμημα Σοδομων τη̃ς ἀδελφη̃ς σου ὑπερηφανία ἐν πλησμονη̨̃ ἄρτων καὶ ἐν εὐθηνία̨ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτη̃ς του̃το ὑπη̃ρχεν αὐτη̨̃ καὶ ται̃ς θυγατράσιν αὐτη̃ς καὶ χει̃ρα πτωχου̃ καὶ πένητος οὐκ ἀντελαμβάνοντο
50 καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξη̃ρα αὐτάς καθὼς εἰ̃δον
51 καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τω̃ν ἁμαρτιω̃ν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ται̃ς ἀνομίαις σου αἱ̃ς ἐποίησας
52 καὶ σὺ κόμισαι βάσανόν σου ἐν ἡ̨̃ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ται̃ς ἁμαρτίαις σου αἱ̃ς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τω̨̃ δικαιω̃σαί σε τὰς ἀδελφάς σου
53 καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτω̃ν τὴν ἀποστροφὴν Σοδομων καὶ τω̃ν θυγατέρων αὐτη̃ς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τω̃ν θυγατέρων αὐτη̃ς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσω̨ αὐτω̃ν
54 ὅπως κομίση̨ τὴν βάσανόν σου καὶ ἀτιμωθήση̨ ἐκ πάντων ὡ̃ν ἐποίησας ἐν τω̨̃ σε παροργίσαι με
55 καὶ ἡ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτη̃ς ἀποκατασταθήσονται καθὼς ἠ̃σαν ἀπ' ἀρχη̃ς καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτη̃ς ἀποκατασταθήσονται καθὼς ἠ̃σαν ἀπ' ἀρχη̃ς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ' ἀρχη̃ς ἠ̃τε
56 καὶ εἰ μὴ ἠ̃ν Σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τω̨̃ στόματί σου ἐν ται̃ς ἡμέραις ὑπερηφανίας σου
57 πρὸ του̃ ἀποκαλυφθη̃ναι τὰς κακίας σου ὃν τρόπον νυ̃ν ὄνειδος εἰ̃ θυγατέρων Συρίας καὶ πάντων τω̃ν κύκλω̨ αὐτη̃ς θυγατέρων ἀλλοφύλων τω̃ν περιεχουσω̃ν σε κύκλω̨
58 τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος
59 τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταυ̃τα του̃ παραβη̃ναι τὴν διαθήκην μου
60 καὶ μνησθήσομαι ἐγὼ τη̃ς διαθήκης μου τη̃ς μετὰ σου̃ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον
61 καὶ μνησθήση̨ τὴν ὁδόν σου καὶ ἐξατιμωθήση̨ ἐν τω̨̃ ἀναλαβει̃ν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ται̃ς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου
62 καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σου̃ καὶ ἐπιγνώση̨ ὅτι ἐγὼ κύριος
63 ὅπως μνησθη̨̃ς καὶ αἰσχυνθη̨̃ς καὶ μὴ ἠ̨̃ σοι ἔτι ἀνοι̃ξαι τὸ στόμα σου ἀπὸ προσώπου τη̃ς ἀτιμίας σου ἐν τω̨̃ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 17

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ
3 καὶ ἐρει̃ς τάδε λέγει κύριος ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τη̨̃ ἐκτάσει πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθει̃ν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τη̃ς κέδρου
4 τὰ ἄκρα τη̃ς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γη̃ν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά
5 καὶ ἔλαβεν ἀπὸ του̃ σπέρματος τη̃ς γη̃ς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ' ὕδατι πολλω̨̃ ἐπιβλεπόμενον ἔταξεν αὐτό
6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενου̃σαν καὶ μικρὰν τω̨̃ μεγέθει του̃ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτη̃ς ἐπ' αὐτὴν καὶ αἱ ῥίζαι αὐτη̃ς ὑποκάτω αὐτη̃ς ἠ̃σαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτη̃ς
7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτη̃ς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτη̃ς ἐξαπέστειλεν αὐτω̨̃ του̃ ποτίσαι αὐτὴν σὺν τω̨̃ βώλω̨ τη̃ς φυτείας αὐτη̃ς
8 εἰς πεδίον καλὸν ἐφ' ὕδατι πολλω̨̃ αὕτη πιαίνεται του̃ ποιει̃ν βλαστοὺς καὶ φέρειν καρπὸν του̃ εἰ̃ναι εἰς ἄμπελον μεγάλην
9 διὰ του̃το εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνει̃ οὐχὶ αἱ ῥίζαι τη̃ς ἁπαλότητος αὐτη̃ς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτη̃ς καὶ οὐκ ἐν βραχίονι μεγάλω̨ οὐδ' ἐν λαω̨̃ πολλω̨̃ του̃ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζω̃ν αὐτη̃ς
10 καὶ ἰδοὺ πιαίνεται μὴ κατευθυνει̃ οὐχ ἅμα τω̨̃ ἅψασθαι αὐτη̃ς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασία̨ σὺν τω̨̃ βώλω̨ ἀνατολη̃ς αὐτη̃ς ξηρανθήσεται
11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
12 υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἰ̃κον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἠ̃ν ταυ̃τα εἰπόν ὅταν ἔλθη̨ βασιλεὺς Βαβυλω̃νος ἐπὶ Ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτη̃ς καὶ τοὺς ἄρχοντας αὐτη̃ς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλω̃να
13 καὶ λήμψεται ἐκ του̃ σπέρματος τη̃ς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρα̨̃ καὶ τοὺς ἡγουμένους τη̃ς γη̃ς λήμψεται
14 του̃ γενέσθαι εἰς βασιλείαν ἀσθενη̃ τὸ καθόλου μὴ ἐπαίρεσθαι του̃ φυλάσσειν τὴν διαθήκην αὐτου̃ καὶ ἱστάνειν αὐτήν
15 καὶ ἀποστήσεται ἀπ' αὐτου̃ του̃ ἐξαποστέλλειν ἀγγέλους ἑαυτου̃ εἰς Αἴγυπτον του̃ δου̃ναι αὐτω̨̃ ἵππους καὶ λαὸν πολύν εἰ κατευθυνει̃ εἰ διασωθήσεται ὁ ποιω̃ν ἐναντία καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται
16 ζω̃ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ὡ̨̃ τόπω̨ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ' αὐτου̃ ἐν μέσω̨ Βαβυλω̃νος τελευτήσει
17 καὶ οὐκ ἐν δυνάμει μεγάλη̨ οὐδ' ἐν ὄχλω̨ πολλω̨̃ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον ἐν χαρακοβολία̨ καὶ ἐν οἰκοδομη̨̃ βελοστάσεων του̃ ἐξα̃ραι ψυχάς
18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν του̃ παραβη̃ναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χει̃ρα αὐτου̃ καὶ πάντα ταυ̃τα ἐποίησεν αὐτω̨̃ μὴ σωθήσεται
19 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ζω̃ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτου̃
20 καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τη̨̃ περιοχη̨̃ αὐτου̃
21 ἐν πάση̨ παρατάξει αὐτου̃ ἐν ῥομφαία̨ πεσου̃νται καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερω̃ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα
22 διότι τάδε λέγει κύριος καὶ λήμψομαι ἐγὼ ἐκ τω̃ν ἐπιλέκτων τη̃ς κέδρου ἐκ κορυφη̃ς καρδίας αὐτω̃ν ἀποκνιω̃ καὶ καταφυτεύσω ἐγὼ ἐπ' ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸν
23 ἐν ὄρει μετεώρω̨ του̃ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτου̃ πα̃ν θηρίον καὶ πα̃ν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτου̃ ἀναπαύσεται τὰ κλήματα αὐτου̃ ἀποκατασταθήσεται
24 καὶ γνώσονται πάντα τὰ ξύλα του̃ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινω̃ν ξύλον ὑψηλὸν καὶ ὑψω̃ν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν ἐγὼ κύριος λελάληκα καὶ ποιήσω

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 18

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου τί ὑμι̃ν ἡ παραβολὴ αὕτη ἐν τοι̃ς υἱοι̃ς Ισραηλ λέγοντες οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τω̃ν τέκνων ἐγομφίασαν
3 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τω̨̃ Ισραηλ
4 ὅτι πα̃σαι αἱ ψυχαὶ ἐμαί εἰσιν ὃν τρόπον ἡ ψυχὴ του̃ πατρός οὕτως καὶ ἡ ψυχὴ του̃ υἱου̃ ἐμαί εἰσιν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανει̃ται
5 ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος ὁ ποιω̃ν κρίμα καὶ δικαιοσύνην
6 ἐπὶ τω̃ν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ οὐ μὴ ἐπάρη̨ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ οὐ μὴ μιάνη̨ καὶ πρὸς γυναι̃κα ἐν ἀφέδρω̨ οὐ̃σαν οὐ προσεγγιει̃
7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύση̨ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπα̃ται τὸν ἄρτον αὐτου̃ τω̨̃ πεινω̃ντι δώσει καὶ γυμνὸν περιβαλει̃
8 καὶ τὸ ἀργύριον αὐτου̃ ἐπὶ τόκω̨ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χει̃ρα αὐτου̃ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον του̃ πλησίον αὐτου̃
9 καὶ τοι̃ς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται του̃ ποιη̃σαι αὐτά δίκαιος οὑ̃τός ἐστιν ζωη̨̃ ζήσεται λέγει κύριος
10 καὶ ἐὰν γεννήση̨ υἱὸν λοιμὸν ἐκχέοντα αἱ̃μα καὶ ποιου̃ντα ἁμαρτήματα
11 ἐν τη̨̃ ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ του̃ δικαίου οὐκ ἐπορεύθη ἀλλὰ καὶ ἐπὶ τω̃ν ὀρέων ἔφαγεν καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἐμίανεν
12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτου̃ ἀνομίαν πεποίηκεν
13 μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν οὑ̃τος ζωη̨̃ οὐ ζήσεται πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν θανάτω̨ θανατωθήσεται τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτὸν ἔσται
14 ἐὰν δὲ γεννήση̨ υἱόν καὶ ἴδη̨ πάσας τὰς ἁμαρτίας του̃ πατρὸς αὐτου̃ ἃς ἐποίησεν καὶ φοβηθη̨̃ καὶ μὴ ποιήση̨ κατὰ ταύτας
15 ἐπὶ τω̃ν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ οὐκ ἐμίανεν
16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν τὸν ἄρτον αὐτου̃ τω̨̃ πεινω̃ντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν
17 καὶ ἀπ' ἀδικίας ἀπέστρεψε τὴν χει̃ρα αὐτου̃ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην ἐποίησεν καὶ ἐν τοι̃ς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτου̃ ζωη̨̃ ζήσεται
18 ὁ δὲ πατὴρ αὐτου̃ ἐὰν θλίψει θλίψη̨ καὶ ἁρπάση̨ ἅρπαγμα ἐναντία ἐποίησεν ἐν μέσω̨ του̃ λαου̃ μου καὶ ἀποθανει̃ται ἐν τη̨̃ ἀδικία̨ αὐτου̃
19 καὶ ἐρει̃τε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς του̃ πατρὸς αὐτου̃ ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωη̨̃ ζήσεται
20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανει̃ται ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν του̃ πατρὸς αὐτου̃ οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν του̃ υἱου̃ αὐτου̃ δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται
21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψη̨ ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήση̨ δικαιοσύνην καὶ ἔλεος ζωη̨̃ ζήσεται οὐ μὴ ἀποθάνη̨
22 πάντα τὰ παραπτώματα αὐτου̃ ὅσα ἐποίησεν οὐ μνησθήσεται ἐν τη̨̃ δικαιοσύνη̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ζήσεται
23 μὴ θελήσει θελήσω τὸν θάνατον του̃ ἀνόμου λέγει κύριος ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τη̃ς ὁδου̃ τη̃ς πονηρα̃ς καὶ ζη̃ν αὐτόν
24 ἐν δὲ τω̨̃ ἀποστρέψαι δίκαιον ἐκ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ ἃς ἐποίησεν οὐ μὴ μνησθω̃σιν ἐν τω̨̃ παραπτώματι αὐτου̃ ὡ̨̃ παρέπεσεν καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἥμαρτεν ἐν αὐται̃ς ἀποθανει̃ται
25 καὶ εἴπατε οὐ κατευθύνει ἡ ὁδὸς κυρίου ἀκούσατε δή πα̃ς οἰ̃κος Ισραηλ μὴ ἡ ὁδός μου οὐ κατευθύνει οὐχὶ ἡ ὁδὸς ὑμω̃ν οὐ κατευθύνει
26 ἐν τω̨̃ ἀποστρέψαι τὸν δίκαιον ἐκ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ παράπτωμα καὶ ἀποθάνη̨ ἐν τω̨̃ παραπτώματι ὡ̨̃ ἐποίησεν ἐν αὐτω̨̃ ἀποθανει̃ται
27 καὶ ἐν τω̨̃ ἀποστρέψαι ἄνομον ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ ἡ̃ς ἐποίησεν καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην οὑ̃τος τὴν ψυχὴν αὐτου̃ ἐφύλαξεν
28 καὶ ἀπέστρεψεν ἐκ πασω̃ν τω̃ν ἀσεβειω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν ζωη̨̃ ζήσεται οὐ μὴ ἀποθάνη̨
29 καὶ λέγουσιν ὁ οἰ̃κος του̃ Ισραηλ οὐ κατορθοι̃ ἡ ὁδὸς κυρίου μὴ ἡ ὁδός μου οὐ κατορθοι̃ οἰ̃κος Ισραηλ οὐχὶ ἡ ὁδὸς ὑμω̃ν οὐ κατορθοι̃
30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ λέγει κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασω̃ν τω̃ν ἀσεβειω̃ν ὑμω̃ν καὶ οὐκ ἔσονται ὑμι̃ν εἰς κόλασιν ἀδικίας
31 ἀπορρίψατε ἀπὸ ἑαυτω̃ν πάσας τὰς ἀσεβείας ὑμω̃ν ἃς ἠσεβήσατε εἰς ἐμέ καὶ ποιήσατε ἑαυτοι̃ς καρδίαν καινὴν καὶ πνευ̃μα καινόν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ
32 διότι οὐ θέλω τὸν θάνατον του̃ ἀποθνή̨σκοντος λέγει κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 19

1 καὶ σὺ λαβὲ θρη̃νον ἐπὶ τὸν ἄρχοντα του̃ Ισραηλ
2 καὶ ἐρει̃ς τί ἡ μήτηρ σου σκύμνος ἐν μέσω̨ λεόντων ἐγενήθη ἐν μέσω̨ λεόντων ἐπλήθυνεν σκύμνους αὐτη̃ς
3 καὶ ἀπεπήδησεν εἱ̃ς τω̃ν σκύμνων αὐτη̃ς λέων ἐγένετο καὶ ἔμαθεν του̃ ἁρπάζειν ἁρπάγματα ἀνθρώπους ἔφαγεν
4 καὶ ἤκουσαν κατ' αὐτου̃ ἔθνη ἐν τη̨̃ διαφθορα̨̃ αὐτω̃ν συνελήμφθη καὶ ἤγαγον αὐτὸν ἐν κημω̨̃ εἰς γη̃ν Αἰγύπτου
5 καὶ εἰ̃δεν ὅτι ἀπω̃σται ἀπ' αὐτη̃ς καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτη̃ς καὶ ἔλαβεν ἄλλον ἐκ τω̃ν σκύμνων αὐτη̃ς λέοντα ἔταξεν αὐτόν
6 καὶ ἀνεστρέφετο ἐν μέσω̨ λεόντων λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα ἀνθρώπους ἔφαγεν
7 καὶ ἐνέμετο τω̨̃ θράσει αὐτου̃ καὶ τὰς πόλεις αὐτω̃ν ἐξηρήμωσεν καὶ ἠφάνισεν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς ἀπὸ φωνη̃ς ὠρύματος αὐτου̃
8 καὶ ἔδωκαν ἐπ' αὐτὸν ἔθνη ἐκ χωρω̃ν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὐτω̃ν ἐν διαφθορα̨̃ αὐτω̃ν συνελήμφθη
9 καὶ ἔθεντο αὐτὸν ἐν κημω̨̃ καὶ ἐν γαλεάγρα̨ ἠ̃λθεν πρὸς βασιλέα Βαβυλω̃νος καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν ὅπως μὴ ἀκουσθη̨̃ ἡ φωνὴ αὐτου̃ ἐπὶ τὰ ὄρη του̃ Ισραηλ
10 ἡ μήτηρ σου ὡς ἄμπελος ὡς ἄνθος ἐν ῥόα̨ ἐν ὕδατι πεφυτευμένη ὁ καρπὸς αὐτη̃ς καὶ ὁ βλαστὸς αὐτη̃ς ἐγένετο ἐξ ὕδατος πολλου̃
11 καὶ ἐγένετο αὐτη̨̃ ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων καὶ ὑψώθη τω̨̃ μεγέθει αὐτη̃ς ἐν μέσω̨ στελεχω̃ν καὶ εἰ̃δεν τὸ μέγεθος αὐτη̃ς ἐν πλήθει κλημάτων αὐτη̃ς
12 καὶ κατεκλάσθη ἐν θυμω̨̃ ἐπὶ γη̃ν ἐρρίφη καὶ ἄνεμος ὁ καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτη̃ς ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτη̃ς πυ̃ρ ἀνήλωσεν αὐτήν
13 καὶ νυ̃ν πεφύτευκαν αὐτὴν ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀνύδρω̨
14 καὶ ἐξη̃λθεν πυ̃ρ ἐκ ῥάβδου ἐκλεκτω̃ν αὐτη̃ς καὶ κατέφαγεν αὐτήν καὶ οὐκ ἠ̃ν ἐν αὐτη̨̃ ῥάβδος ἰσχύος φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶν καὶ ἔσται εἰς θρη̃νον

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 20

1 καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ ἐν τω̨̃ πέμπτω̨ μηνὶ δεκάτη̨ του̃ μηνὸς ἠ̃λθον ἄνδρες ἐκ τω̃ν πρεσβυτέρων οἴκου Ισραηλ ἐπερωτη̃σαι τὸν κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου
2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
3 υἱὲ ἀνθρώπου λάλησον πρὸς τοὺς πρεσβυτέρους του̃ Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος εἰ ἐπερωτη̃σαί με ὑμει̃ς ἔρχεσθε ζω̃ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμι̃ν λέγει κύριος
4 εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει υἱὲ ἀνθρώπου τὰς ἀνομίας τω̃ν πατέρων αὐτω̃ν διαμάρτυραι αὐτοι̃ς
5 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἀφ' ἡ̃ς ἡμέρας ἡ̨ρέτισα τὸν οἰ̃κον Ισραηλ καὶ ἐγνωρίσθην τω̨̃ σπέρματι οἴκου Ιακωβ καὶ ἐγνώσθην αὐτοι̃ς ἐν γη̨̃ Αἰγύπτου καὶ ἀντελαβόμην τη̨̃ χειρί μου αὐτω̃ν λέγων ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
6 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀντελαβόμην τη̨̃ χειρί μου αὐτω̃ν του̃ ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου εἰς τὴν γη̃ν ἣν ἡτοίμασα αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι κηρίον ἐστὶν παρὰ πα̃σαν τὴν γη̃ν
7 καὶ εἰ̃πα πρὸς αὐτούς ἕκαστος τὰ βδελύγματα τω̃ν ὀφθαλμω̃ν αὐτου̃ ἀπορριψάτω καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
8 καὶ ἀπέστησαν ἀπ' ἐμου̃ καὶ οὐκ ἠθέλησαν εἰσακου̃σαί μου τὰ βδελύγματα τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον καὶ εἰ̃πα του̃ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς του̃ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοι̃ς ἐν μέσω̨ γη̃ς Αἰγύπτου
9 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθη̨̃ ἐνώπιον τω̃ν ἐθνω̃ν ὡ̃ν αὐτοί εἰσιν ἐν μέσω̨ αὐτω̃ν ἐν οἱ̃ς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτω̃ν του̃ ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου
10 καὶ ἐξήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον
11 καὶ ἔδωκα αὐτοι̃ς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοι̃ς ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοι̃ς
12 καὶ τὰ σάββατά μου ἔδωκα αὐτοι̃ς του̃ εἰ̃ναι εἰς σημει̃ον ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον αὐτω̃ν του̃ γνω̃ναι αὐτοὺς διότι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
13 καὶ εἰ̃πα πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἐν τοι̃ς προστάγμασίν μου πορεύεσθε καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοι̃ς καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα καὶ εἰ̃πα του̃ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ του̃ ἐξαναλω̃σαι αὐτούς
14 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθη̨̃ ἐνώπιον τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτω̃ν
15 καὶ ἐγὼ ἐξη̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ τὸ παράπαν του̃ μὴ εἰσαγαγει̃ν αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκα αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι κηρίον ἐστὶν παρὰ πα̃σαν τὴν γη̃ν
16 ἀνθ' ὡ̃ν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοι̃ς προστάγμασίν μου οὐκ ἐπορεύθησαν ἐν αὐτοι̃ς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τω̃ν ἐνθυμημάτων τω̃ν καρδιω̃ν αὐτω̃ν ἐπορεύοντο
17 καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ' αὐτοὺς του̃ ἐξαλει̃ψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τη̨̃ ἐρήμω̨
18 καὶ εἰ̃πα πρὸς τὰ τέκνα αὐτω̃ν ἐν τη̨̃ ἐρήμω̨ ἐν τοι̃ς νομίμοις τω̃ν πατέρων ὑμω̃ν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτω̃ν μὴ φυλάσσεσθε καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε
19 ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ἐν τοι̃ς προστάγμασίν μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε καὶ ποιει̃τε αὐτὰ
20 καὶ τὰ σάββατά μου ἁγιάζετε καὶ ἔστω εἰς σημει̃ον ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν του̃ γινώσκειν διότι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
21 καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτω̃ν ἐν τοι̃ς προστάγμασίν μου οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο του̃ ποιει̃ν αὐτά ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοι̃ς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ εἰ̃πα του̃ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ του̃ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς
22 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθη̨̃ ἐνώπιον τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτω̃ν
23 καὶ ἐξη̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ του̃ διασκορπίσαι αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν καὶ διασπει̃ραι αὐτοὺς ἐν ται̃ς χώραις
24 ἀνθ' ὡ̃ν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τω̃ν ἐνθυμημάτων τω̃ν πατέρων αὐτω̃ν ἠ̃σαν οἱ ὀφθαλμοὶ αὐτω̃ν
25 καὶ ἐγὼ ἔδωκα αὐτοι̃ς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἱ̃ς οὐ ζήσονται ἐν αὐτοι̃ς
26 καὶ μιανω̃ αὐτοὺς ἐν τοι̃ς δόμασιν αὐτω̃ν ἐν τω̨̃ διαπορεύεσθαί με πα̃ν διανοι̃γον μήτραν ὅπως ἀφανίσω αὐτούς
27 διὰ του̃το λάλησον πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ υἱὲ ἀνθρώπου καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμω̃ν ἐν τοι̃ς παραπτώμασιν αὐτω̃ν ἐν οἱ̃ς παρέπεσον εἰς ἐμέ
28 καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτοι̃ς καὶ εἰ̃δον πα̃ν βουνὸν ὑψηλὸν καὶ πα̃ν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκει̃ τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ ἔταξαν ἐκει̃ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκει̃ σπονδὰς αὐτω̃ν
29 καὶ εἰ̃πον πρὸς αὐτούς τί ἐστιν Αβαμα ὅτι ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτου̃ Αβαμα ἕως τη̃ς σήμερον ἡμέρας
30 διὰ του̃το εἰπὸν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος εἰ ἐν ται̃ς ἀνομίαις τω̃ν πατέρων ὑμω̃ν ὑμει̃ς μιαίνεσθε καὶ ὀπίσω τω̃ν βδελυγμάτων αὐτω̃ν ὑμει̃ς ἐκπορνεύετε
31 καὶ ἐν ται̃ς ἀπαρχαι̃ς τω̃ν δομάτων ὑμω̃ν ἐν τοι̃ς ἀφορισμοι̃ς ὑμει̃ς μιαίνεσθε ἐν πα̃σιν τοι̃ς ἐνθυμήμασιν ὑμω̃ν ἕως τη̃ς σήμερον ἡμέρας καὶ ἐγὼ ἀποκριθω̃ ὑμι̃ν οἰ̃κος του̃ Ισραηλ ζω̃ ἐγώ λέγει κύριος εἰ ἀποκριθήσομαι ὑμι̃ν καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνευ̃μα ὑμω̃ν του̃το
32 καὶ οὐκ ἔσται ὃν τρόπον ὑμει̃ς λέγετε ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τη̃ς γη̃ς του̃ λατρεύειν ξύλοις καὶ λίθοις
33 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν θυμω̨̃ κεχυμένω̨ βασιλεύσω ἐφ' ὑμα̃ς
34 καὶ ἐξάξω ὑμα̃ς ἐκ τω̃ν λαω̃ν καὶ εἰσδέξομαι ὑμα̃ς ἐκ τω̃ν χωρω̃ν οὑ̃ διεσκορπίσθητε ἐν αὐται̃ς ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν θυμω̨̃ κεχυμένω̨
35 καὶ ἄξω ὑμα̃ς εἰς τὴν ἔρημον τω̃ν λαω̃ν καὶ διακριθήσομαι πρὸς ὑμα̃ς ἐκει̃ πρόσωπον κατὰ πρόσωπον
36 ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨ γη̃ς Αἰγύπτου οὕτως κρινω̃ ὑμα̃ς λέγει κύριος
37 καὶ διάξω ὑμα̃ς ὑπὸ τὴν ῥάβδον μου καὶ εἰσάξω ὑμα̃ς ἐν ἀριθμω̨̃
38 καὶ ἐκλέξω ἐξ ὑμω̃ν τοὺς ἀσεβει̃ς καὶ τοὺς ἀφεστηκότας διότι ἐκ τη̃ς παροικεσίας αὐτω̃ν ἐξάξω αὐτούς καὶ εἰς τὴν γη̃ν του̃ Ισραηλ οὐκ εἰσελεύσονται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
39 καὶ ὑμει̃ς οἰ̃κος Ισραηλ τάδε λέγει κύριος κύριος ἕκαστος τὰ ἐπιτηδεύματα αὐτου̃ ἐξάρατε καὶ μετὰ ταυ̃τα εἰ μὴ ὑμει̃ς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοι̃ς δώροις ὑμω̃ν καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν ὑμω̃ν
40 διότι ἐπὶ του̃ ὄρους του̃ ἁγίου μου ἐπ' ὄρους ὑψηλου̃ λέγει κύριος κύριος ἐκει̃ δουλεύσουσίν μοι πα̃ς οἰ̃κος Ισραηλ εἰς τέλος καὶ ἐκει̃ προσδέξομαι καὶ ἐκει̃ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμω̃ν καὶ τὰς ἀπαρχὰς τω̃ν ἀφορισμω̃ν ὑμω̃ν ἐν πα̃σιν τοι̃ς ἁγιάσμασιν ὑμω̃ν
41 ἐν ὀσμη̨̃ εὐωδίας προσδέξομαι ὑμα̃ς ἐν τω̨̃ ἐξαγαγει̃ν με ὑμα̃ς ἐκ τω̃ν λαω̃ν καὶ εἰσδέχεσθαι ὑμα̃ς ἐκ τω̃ν χωρω̃ν ἐν αἱ̃ς διεσκορπίσθητε ἐν αὐται̃ς καὶ ἁγιασθήσομαι ἐν ὑμι̃ν κατ' ὀφθαλμοὺς τω̃ν λαω̃ν
42 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐν τω̨̃ εἰσαγαγει̃ν με ὑμα̃ς εἰς τὴν γη̃ν του̃ Ισραηλ εἰς τὴν γη̃ν εἰς ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτὴν τοι̃ς πατράσιν ὑμω̃ν
43 καὶ μνησθήσεσθε ἐκει̃ τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν ἐν οἱ̃ς ἐμιαίνεσθε ἐν αὐτοι̃ς καὶ κόψεσθε τὰ πρόσωπα ὑμω̃ν ἐν πα̃σαις ται̃ς κακίαις ὑμω̃ν
44 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐν τω̨̃ ποιη̃σαί με οὕτως ὑμι̃ν ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθη̨̃ κατὰ τὰς ὁδοὺς ὑμω̃ν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμω̃ν τὰ διεφθαρμένα λέγει κύριος
45 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
46 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμαν καὶ ἐπίβλεψον ἐπὶ Δαρωμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγεβ
47 καὶ ἐρει̃ς τω̨̃ δρυμω̨̃ Ναγεβ ἄκουε λόγον κυρίου τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πυ̃ρ καὶ καταφάγεται ἐν σοὶ πα̃ν ξύλον χλωρὸν καὶ πα̃ν ξύλον ξηρόν οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθει̃σα καὶ κατακαυθήσεται ἐν αὐτη̨̃ πα̃ν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρα̃
48 καὶ ἐπιγνώσονται πα̃σα σὰρξ ὅτι ἐγὼ κύριος ἐξέκαυσα αὐτό καὶ οὐ σβεσθήσεται
49 καὶ εἰ̃πα μηδαμω̃ς κύριε κύριε αὐτοὶ λέγουσιν πρός με οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 21

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 διὰ του̃το προφήτευσον υἱὲ ἀνθρώπου καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτω̃ν καὶ προφητεύσεις ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ
3 καὶ ἐρει̃ς πρὸς τὴν γη̃ν του̃ Ισραηλ ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ καὶ ἐξολεθρεύσω ἐκ σου̃ ἄδικον καὶ ἄνομον
4 ἀνθ' ὡ̃ν ἐξολεθρεύσω ἐκ σου̃ ἄδικον καὶ ἄνομον οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ ἐπὶ πα̃σαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρα̃
5 καὶ ἐπιγνώσεται πα̃σα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ καὶ οὐκ ἀποστρέψει οὐκέτι
6 καὶ σύ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβη̨̃ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτω̃ν
7 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρει̃ς ἐπὶ τη̨̃ ἀγγελία̨ διότι ἔρχεται καὶ θραυσθήσεται πα̃σα καρδία καὶ πα̃σαι χει̃ρες παραλυθήσονται καὶ ἐκψύξει πα̃σα σὰρξ καὶ πα̃ν πνευ̃μα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασία̨ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
9 υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρει̃ς τάδε λέγει κύριος εἰπόν ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι
10 ὅπως σφάξη̨ς σφάγια ὀξύνου ὅπως γένη̨ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν σφάζε ἐξουδένει ἀπωθου̃ πα̃ν ξύλον
11 καὶ ἔδωκεν αὐτὴν ἑτοίμην του̃ κρατει̃ν χει̃ρα αὐτου̃ ἐξηκονήθη ῥομφαία ἔστιν ἑτοίμη του̃ δου̃ναι αὐτὴν εἰς χει̃ρα ἀποκεντου̃ντος
12 ἀνάκραγε καὶ ὀλόλυξον υἱὲ ἀνθρώπου ὅτι αὐτὴ ἐγένετο ἐν τω̨̃ λαω̨̃ μου αὐτὴ ἐν πα̃σιν τοι̃ς ἀφηγουμένοις του̃ Ισραηλ παροικήσουσιν ἐπὶ ῥομφαία̨ ἐγένετο ἐν τω̨̃ λαω̨̃ μου διὰ του̃το κρότησον ἐπὶ τὴν χει̃ρά σου
13 ὅτι δεδικαίωται καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη οὐκ ἔσται λέγει κύριος κύριος
14 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ κρότησον χει̃ρα ἐπὶ χει̃ρα καὶ διπλασίασον ῥομφαίαν ἡ τρίτη ῥομφαία τραυματιω̃ν ἐστιν ῥομφαία τραυματιω̃ν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς
15 ὅπως θραυσθη̨̃ ἡ καρδία καὶ πληθυνθω̃σιν οἱ ἀσθενου̃ντες ἐπὶ πα̃σαν πύλην αὐτω̃ν παραδέδονται εἰς σφάγια ῥομφαίας εὐ̃ γέγονεν εἰς σφαγήν εὐ̃ γέγονεν εἰς στίλβωσιν
16 διαπορεύου ὀξύνου ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων οὑ̃ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται
17 καὶ ἐγὼ δὲ κροτήσω χει̃ρά μου πρὸς χει̃ρά μου καὶ ἐναφήσω τὸν θυμόν μου ἐγὼ κύριος λελάληκα
18 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
19 καὶ σύ υἱὲ ἀνθρώπου διάταξον σεαυτω̨̃ δύο ὁδοὺς του̃ εἰσελθει̃ν ῥομφαίαν βασιλέως Βαβυλω̃νος ἐκ χώρας μια̃ς ἐξελεύσονται αἱ δύο καὶ χεὶρ ἐν ἀρχη̨̃ ὁδου̃ πόλεως ἐπ' ἀρχη̃ς
20 ὁδου̃ διατάξεις του̃ εἰσελθει̃ν ῥομφαίαν ἐπὶ Ραββαθ υἱω̃ν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσω̨ αὐτη̃ς
21 διότι στήσεται βασιλεὺς Βαβυλω̃νος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ' ἀρχη̃ς τω̃ν δύο ὁδω̃ν του̃ μαντεύσασθαι μαντείαν του̃ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτη̃σαι ἐν τοι̃ς γλυπτοι̃ς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιω̃ν αὐτου̃
22 ἐγένετο τὸ μαντει̃ον ἐπὶ Ιερουσαλημ του̃ βαλει̃ν χάρακα του̃ διανοι̃ξαι στόμα ἐν βοη̨̃ ὑψω̃σαι φωνὴν μετὰ κραυγη̃ς του̃ βαλει̃ν χάρακα ἐπὶ τὰς πύλας αὐτη̃ς καὶ βαλει̃ν χω̃μα καὶ οἰκοδομη̃σαι βελοστάσεις
23 καὶ αὐτὸς αὐτοι̃ς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτω̃ν καὶ αὐτὸς ἀναμιμνή̨σκων ἀδικίας αὐτου̃ μνησθη̃ναι
24 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἀνεμνήσατε τὰς ἀδικίας ὑμω̃ν ἐν τω̨̃ ἀποκαλυφθη̃ναι τὰς ἀσεβείας ὑμω̃ν του̃ ὁραθη̃ναι ἁμαρτίας ὑμω̃ν ἐν πάσαις ται̃ς ἀσεβείαις ὑμω̃ν καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν ὑμω̃ν ἀνθ' ὡ̃ν ἀνεμνήσατε ἐν τούτοις ἁλώσεσθε
25 καὶ σύ βέβηλε ἄνομε ἀφηγούμενε του̃ Ισραηλ οὑ̃ ἥκει ἡ ἡμέρα ἐν καιρω̨̃ ἀδικίας πέρας
26 τάδε λέγει κύριος ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον αὕτη οὐ τοιαύτη ἔσται ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας
27 ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν οὐδ' αὕτη τοιαύτη ἔσται ἕως οὑ̃ ἔλθη̨ ὡ̨̃ καθήκει καὶ παραδώσω αὐτω̨̃
28 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρει̃ς τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτω̃ν καὶ ἐρει̃ς ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν ἐγείρου ὅπως στίλβη̨ς
29 ἐν τη̨̃ ὁράσει σου τη̨̃ ματαία̨ καὶ ἐν τω̨̃ μαντεύεσθαί σε ψευδη̃ του̃ παραδου̃ναί σε ἐπὶ τραχήλους τραυματιω̃ν ἀνόμων ὡ̃ν ἥκει ἡ ἡμέρα ἐν καιρω̨̃ ἀδικίας πέρας
30 ἀπόστρεφε μὴ καταλύση̨ς ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ γεγέννησαι ἐν τη̨̃ γη̨̃ τη̨̃ ἰδία̨ σου κρινω̃ σε
31 καὶ ἐκχεω̃ ἐπὶ σὲ ὀργήν μου ἐν πυρὶ ὀργη̃ς μου ἐμφυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χει̃ρας ἀνδρω̃ν βαρβάρων τεκταινόντων διαφθοράν
32 ἐν πυρὶ ἔση̨ κατάβρωμα τὸ αἱ̃μά σου ἔσται ἐν μέσω̨ τη̃ς γη̃ς σου οὐ μὴ γένηταί σου μνεία διότι ἐγὼ κύριος λελάληκα

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 22

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 καὶ σύ υἱὲ ἀνθρώπου εἰ κρινει̃ς τὴν πόλιν τω̃ν αἱμάτων καὶ παράδειξον αὐτη̨̃ πάσας τὰς ἀνομίας αὐτη̃ς
3 καὶ ἐρει̃ς τάδε λέγει κύριος κύριος ὠ̃ πόλις ἐκχέουσα αἵματα ἐν μέσω̨ αὐτη̃ς του̃ ἐλθει̃ν καιρὸν αὐτη̃ς καὶ ποιου̃σα ἐνθυμήματα καθ' αὑτη̃ς του̃ μιαίνειν αὐτήν
4 ἐν τοι̃ς αἵμασιν αὐτω̃ν οἱ̃ς ἐξέχεας παραπέπτωκας καὶ ἐν τοι̃ς ἐνθυμήμασίν σου οἱ̃ς ἐποίεις ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτω̃ν σου διὰ του̃το δέδωκά σε εἰς ὄνειδος τοι̃ς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ται̃ς χώραις
5 ται̃ς ἐγγιζούσαις πρὸς σὲ καὶ ται̃ς μακρὰν ἀπεχούσαις ἀπὸ σου̃ καὶ ἐμπαίξονται ἐν σοί ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ται̃ς ἀνομίαις
6 ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενει̃ς αὐτου̃ συνανεφύροντο ἐν σοί ὅπως ἐκχέωσιν αἱ̃μα
7 πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί
8 καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί
9 ἄνδρες λη̨σταὶ ἐν σοί ὅπως ἐκχέωσιν ἐν σοὶ αἱ̃μα καὶ ἐπὶ τω̃ν ὀρέων ἤσθοσαν ἐν σοί ἀνόσια ἐποίουν ἐν μέσω̨ σου
10 αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί
11 ἕκαστος τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἠνομου̃σαν καὶ ἕκαστος τὴν νύμφην αὐτου̃ ἐμίαινεν ἐν ἀσεβεία̨ καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτου̃ θυγατέρα του̃ πατρὸς αὐτου̃ ἐταπείνουν ἐν σοί
12 δω̃ρα ἐλαμβάνοσαν ἐν σοί ὅπως ἐκχέωσιν αἱ̃μα τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστεία̨ ἐμου̃ δὲ ἐπελάθου λέγει κύριος
13 ἐὰν δὲ πατάξω χει̃ρά μου πρὸς χει̃ρά μου ἐφ' οἱ̃ς συντετέλεσαι οἱ̃ς ἐποίησας καὶ ἐπὶ τοι̃ς αἵμασίν σου τοι̃ς γεγενημένοις ἐν μέσω̨ σου
14 εἰ ὑποστήσεται ἡ καρδία σου εἰ κρατήσουσιν αἱ χει̃ρές σου ἐν ται̃ς ἡμέραις αἱ̃ς ἐγὼ ποιω̃ ἐν σοί ἐγὼ κύριος λελάληκα καὶ ποιήσω
15 καὶ διασκορπιω̃ σε ἐν τοι̃ς ἔθνεσιν καὶ διασπερω̃ σε ἐν ται̃ς χώραις καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σου̃
16 καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τω̃ν ἐθνω̃ν καὶ γνώσεσθε διότι ἐγὼ κύριος
17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
18 υἱὲ ἀνθρώπου ἰδοὺ γεγόνασί μοι ὁ οἰ̃κος Ισραηλ ἀναμεμειγμένοι πάντες χαλκω̨̃ καὶ σιδήρω̨ καὶ κασσιτέρω̨ καὶ μολίβω̨ ἐν μέσω̨ ἀργυρίου ἀναμεμειγμένος ἐστίν
19 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν διὰ του̃το ἐγὼ εἰσδέχομαι ὑμα̃ς εἰς μέσον Ιερουσαλημ
20 καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου του̃ ἐκφυση̃σαι εἰς αὐτὸ πυ̃ρ του̃ χωνευθη̃ναι οὕτως εἰσδέξομαι ὑμα̃ς ἐν ὀργη̨̃ μου καὶ συνάξω καὶ χωνεύσω ὑμα̃ς
21 καὶ ἐκφυσήσω ἐφ' ὑμα̃ς ἐν πυρὶ ὀργη̃ς μου καὶ χωνευθήσεσθε ἐν μέσω̨ αὐτη̃ς
22 ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσω̨ καμίνου οὕτως χωνευθήσεσθε ἐν μέσω̨ αὐτη̃ς καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμα̃ς
23 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
24 υἱὲ ἀνθρώπου εἰπὸν αὐτη̨̃ σὺ εἰ̃ γη̃ ἡ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρα̨ ὀργη̃ς
25 ἡ̃ς οἱ ἀφηγούμενοι ἐν μέσω̨ αὐτη̃ς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα ψυχὰς κατεσθίοντες ἐν δυναστεία̨ τιμὰς λαμβάνοντες ἐν ἀδικία̨ καὶ αἱ χη̃ραί σου ἐπληθύνθησαν ἐν μέσω̨ σου
26 καὶ οἱ ἱερει̃ς αὐτη̃ς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ του̃ καθαρου̃ οὐ διέστελλον καὶ ἀπὸ τω̃ν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ ἐβεβηλούμην ἐν μέσω̨ αὐτω̃ν
27 οἱ ἄρχοντες αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα του̃ ἐκχέαι αἱ̃μα ὅπως πλεονεξία̨ πλεονεκτω̃σιν
28 καὶ οἱ προφη̃ται αὐτη̃ς ἀλείφοντες αὐτοὺς πεσου̃νται ὁρω̃ντες μάταια μαντευόμενοι ψευδη̃ λέγοντες τάδε λέγει κύριος καὶ κύριος οὐ λελάληκεν
29 λαὸν τη̃ς γη̃ς ἐκπιεζου̃ντες ἀδικία̨ καὶ διαρπάζοντες ἁρπάγματα πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος
30 καὶ ἐζήτουν ἐξ αὐτω̃ν ἄνδρα ἀναστρεφόμενον ὀρθω̃ς καὶ ἑστω̃τα πρὸ προσώπου μου ὁλοσχερω̃ς ἐν καιρω̨̃ τη̃ς γη̃ς του̃ μὴ εἰς τέλος ἐξαλει̃ψαι αὐτήν καὶ οὐχ εὑ̃ρον
31 καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργη̃ς μου του̃ συντελέσαι τὰς ὁδοὺς αὐτω̃ν εἰς κεφαλὰς αὐτω̃ν δέδωκα λέγει κύριος κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 23

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου δύο γυναι̃κες ἠ̃σαν θυγατέρες μητρὸς μια̃ς
3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτω̨ ἐν τη̨̃ νεότητι αὐτω̃ν ἐκει̃ ἔπεσον οἱ μαστοὶ αὐτω̃ν ἐκει̃ διεπαρθενεύθησαν
4 καὶ τὰ ὀνόματα αὐτω̃ν ἠ̃ν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτη̃ς καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας καὶ τὰ ὀνόματα αὐτω̃ν Σαμάρεια ἡ Οολα καὶ Ιερουσαλημ ἡ Οολιβα
5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ' ἐμου̃ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτη̃ς ἐπὶ τοὺς 'Ασσυρίους τοὺς ἐγγίζοντας αὐτη̨̃
6 ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους καὶ στρατηγούς νεανίσκοι ἐπίλεκτοι πάντες ἱππει̃ς ἱππαζόμενοι ἐφ' ἵππων
7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτη̃ς ἐπ' αὐτούς ἐπίλεκτοι υἱοὶ 'Ασσυρίων πάντες καὶ ἐπὶ πάντας οὓς ἐπέθετο ἐν πα̃σι τοι̃ς ἐνθυμήμασιν αὐτη̃ς ἐμιαίνετο
8 καὶ τὴν πορνείαν αὐτη̃ς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν ὅτι μετ' αὐτη̃ς ἐκοιμω̃ντο ἐν νεότητι αὐτη̃ς καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτω̃ν ἐπ' αὐτήν
9 διὰ του̃το παρέδωκα αὐτὴν εἰς χει̃ρας τω̃ν ἐραστω̃ν αὐτη̃ς εἰς χει̃ρας υἱω̃ν 'Ασσυρίων ἐφ' οὓς ἐπετίθετο
10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτη̃ς υἱοὺς καὶ θυγατέρας αὐτη̃ς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαία̨ ἀπέκτειναν καὶ ἐγένετο λάλημα εἰς γυναι̃κας καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτη̨̃ εἰς τὰς θυγατέρας
11 καὶ εἰ̃δεν ἡ ἀδελφὴ αὐτη̃ς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτη̃ς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτη̃ς ὑπὲρ τὴν πορνείαν τη̃ς ἀδελφη̃ς αὐτη̃ς
12 ἐπὶ τοὺς υἱοὺς τω̃ν 'Ασσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτη̃ς ἐνδεδυκότας εὐπάρυφα ἱππει̃ς ἱππαζομένους ἐφ' ἵππων νεανίσκοι ἐπίλεκτοι πάντες
13 καὶ εἰ̃δον ὅτι μεμίανται ὁδὸς μία τω̃ν δύο
14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτη̃ς καὶ εἰ̃δεν ἄνδρας ἐζωγραφημένους ἐπὶ του̃ τοίχου εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι
15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ τιάραι βαπταὶ ἐπὶ τω̃ν κεφαλω̃ν αὐτω̃ν ὄψις τρισσὴ πάντων ὁμοίωμα υἱω̃ν Χαλδαίων γη̃ς πατρίδος αὐτω̃ν
16 καὶ ἐπέθετο ἐπ' αὐτοὺς τη̨̃ ὁράσει ὀφθαλμω̃ν αὐτη̃ς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γη̃ν Χαλδαίων
17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλω̃νος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ ἐμιάνθη ἐν αὐτοι̃ς καὶ ἀπέστη ἡ ψυχὴ αὐτη̃ς ἀπ' αὐτω̃ν
18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτη̃ς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτη̃ς καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτη̃ς ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τη̃ς ἀδελφη̃ς αὐτη̃ς
19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου του̃ ἀναμνη̃σαι ἡμέρας νεότητός σου ἐν αἱ̃ς ἐπόρνευσας ἐν Αἰγύπτω̨
20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους ὡ̃ν ἠ̃σαν ὡς ὄνων αἱ σάρκες αὐτω̃ν καὶ αἰδοι̃α ἵππων τὰ αἰδοι̃α αὐτω̃ν
21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου ἃ ἐποίεις ἐν Αἰγύπτω̨ ἐν τω̨̃ καταλύματί σου οὑ̃ οἱ μαστοὶ νεότητός σου
22 διὰ του̃το Οολιβα τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ ἀφ' ὡ̃ν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτω̃ν καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν
23 υἱοὺς Βαβυλω̃νος καὶ πάντας τοὺς Χαλδαίους Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς 'Ασσυρίων μετ' αὐτω̃ν νεανίσκους ἐπιλέκτους ἡγεμόνας καὶ στρατηγοὺς πάντας τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων
24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρα̃ ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαω̃ν θυρεοὶ καὶ πέλται καὶ βαλου̃σιν φυλακὴν ἐπὶ σὲ κύκλω̨ καὶ δώσω πρὸ προσώπου αὐτω̃ν κρίμα καὶ ἐκδικήσουσίν σε ἐν τοι̃ς κρίμασιν αὐτω̃ν
25 καὶ δώσω τὸν ζη̃λόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σου̃ ἐν ὀργη̨̃ θυμου̃ μυκτη̃ρά σου καὶ ὠ̃τά σου ἀφελου̃σιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαία̨ καταβαλου̃σιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πυ̃ρ καταφάγεται
26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τη̃ς καυχήσεώς σου
27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σου̃ καὶ τὴν πορνείαν σου ἐκ γη̃ς Αἰγύπτου καὶ οὐ μὴ ἄρη̨ς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθη̨̃ς οὐκέτι
28 διότι τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χει̃ρας ὡ̃ν μισει̃ς ἀφ' ὡ̃ν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτω̃ν
29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου καὶ ἔση̨ γυμνὴ καὶ ἀσχημονου̃σα καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου καὶ ἡ πορνεία σου
30 ἐποίησεν ταυ̃τά σοι ἐν τω̨̃ ἐκπορνευ̃σαί σε ὀπίσω ἐθνω̃ν καὶ ἐμιαίνου ἐν τοι̃ς ἐνθυμήμασιν αὐτω̃ν
31 ἐν τη̨̃ ὁδω̨̃ τη̃ς ἀδελφη̃ς σου ἐπορεύθης καὶ δώσω τὸ ποτήριον αὐτη̃ς εἰς χει̃ράς σου
32 τάδε λέγει κύριος τὸ ποτήριον τη̃ς ἀδελφη̃ς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον του̃ συντελέσαι
33 μέθην καὶ ἐκλύσεως πλησθήση̨ καὶ τὸ ποτήριον ἀφανισμου̃ ποτήριον ἀδελφη̃ς σου Σαμαρείας
34 καὶ πίεσαι αὐτό καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτη̃ς ἀποστρέψω διότι ἐγὼ λελάληκα λέγει κύριος
35 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω του̃ σώματός σου καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου
36 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου οὐ κρινει̃ς τὴν Οολαν καὶ τὴν Οολιβαν καὶ ἀπαγγελει̃ς αὐται̃ς τὰς ἀνομίας αὐτω̃ν
37 ὅτι ἐμοιχω̃ντο καὶ αἱ̃μα ἐν χερσὶν αὐτω̃ν τὰ ἐνθυμήματα αὐτω̃ν ἐμοιχω̃ντο καὶ τὰ τέκνα αὐτω̃ν ἃ ἐγέννησάν μοι διήγαγον αὐτοι̃ς δι' ἐμπύρων
38 ἕως καὶ ταυ̃τα ἐποίησάν μοι τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν
39 καὶ ἐν τω̨̃ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτω̃ν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου του̃ βεβηλου̃ν αὐτά καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσω̨ του̃ οἴκου μου
40 καὶ ὅτι τοι̃ς ἀνδράσιν τοι̃ς ἐρχομένοις μακρόθεν οἱ̃ς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς καὶ ἅμα τω̨̃ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμω̨
41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτη̃ς καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοι̃ς
42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τη̃ς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χει̃ρας αὐτω̃ν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν
43 καὶ εἰ̃πα οὐκ ἐν τούτοις μοιχεύουσιν καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν
44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν ὃν τρόπον εἰσπορεύονται πρὸς γυναι̃κα πόρνην οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν του̃ ποιη̃σαι ἀνομίαν
45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος ὅτι μοιχαλίδες εἰσίν καὶ αἱ̃μα ἐν χερσὶν αὐτω̃ν
46 τάδε λέγει κύριος κύριος ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐται̃ς ταραχὴν καὶ διαρπαγὴν
47 καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοι̃ς ξίφεσιν αὐτω̃ν υἱοὺς αὐτω̃ν καὶ θυγατέρας αὐτω̃ν ἀποκτενου̃σι καὶ τοὺς οἴκους αὐτω̃ν ἐμπρήσουσιν
48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τη̃ς γη̃ς καὶ παιδευθήσονται πα̃σαι αἱ γυναι̃κες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτω̃ν
49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμω̃ν ἐφ' ὑμα̃ς καὶ τὰς ἁμαρτίας τω̃ν ἐνθυμημάτων ὑμω̃ν λήμψεσθε καὶ γνώσεσθε διότι ἐγὼ κύριος
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 24
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).