Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 24

καὶ ἐγένετο λόγος κυρίου πρός με ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ ἐν τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ δεκάτη̨ του̃ μηνὸς λέγων
υἱὲ ἀνθρώπου γράψον σεαυτω̨̃ εἰς ἡμέραν ἀπὸ τη̃ς ἡμέρας ταύτης ἀφ' ἡ̃ς ἀπηρείσατο βασιλεὺς Βαβυλω̃νος ἐπὶ Ιερουσαλημ ἀπὸ τη̃ς ἡμέρας τη̃ς σήμερον
καὶ εἰπὸν ἐπὶ τὸν οἰ̃κον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἐπίστησον τὸν λέβητα καὶ ἔκχεον εἰς αὐτὸν ὕδωρ
καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα πα̃ν διχοτόμημα καλόν σκέλος καὶ ὠ̃μον ἐκσεσαρκισμένα ἀπὸ τω̃ν ὀστω̃ν
ἐξ ἐπιλέκτων κτηνω̃ν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστα̃ ὑποκάτω αὐτω̃ν ἔζεσεν ἔζεσεν καὶ ἥψηται τὰ ὀστα̃ αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς
διὰ του̃το τάδε λέγει κύριος ὠ̃ πόλις αἱμάτων λέβης ἐν ὡ̨̃ ἐστιν ἰὸς ἐν αὐτω̨̃ καὶ ὁ ἰὸς οὐκ ἐξη̃λθεν ἐξ αὐτη̃ς κατὰ μέλος αὐτη̃ς ἐξήνεγκεν οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλη̃ρος
ὅτι αἱ̃μα αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς ἐστιν ἐπὶ λεωπετρίαν τέταχα αὐτό οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γη̃ν του̃ καλύψαι ἐπ' αὐτὸ γη̃ν
του̃ ἀναβη̃ναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθη̃ναι δέδωκα τὸ αἱ̃μα αὐτη̃ς ἐπὶ λεωπετρίαν του̃ μὴ καλύψαι αὐτό
διὰ του̃το τάδε λέγει κύριος κἀγὼ μεγαλυνω̃ τὸν δαλὸν
10 καὶ πληθυνω̃ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πυ̃ρ ὅπως τακη̨̃ τὰ κρέα καὶ ἐλαττωθη̨̃ ὁ ζωμὸς
11 καὶ στη̨̃ ἐπὶ τοὺς ἄνθρακας ὅπως προσκαυθη̨̃ καὶ θερμανθη̨̃ ὁ χαλκὸς αὐτη̃ς καὶ τακη̨̃ ἐν μέσω̨ ἀκαθαρσίας αὐτη̃ς καὶ ἐκλίπη̨ ὁ ἰὸς αὐτη̃ς
12 καὶ οὐ μὴ ἐξέλθη̨ ἐξ αὐτη̃ς πολὺς ὁ ἰὸς αὐτη̃ς καταισχυνθήσεται ὁ ἰὸς αὐτη̃ς
13 ἀνθ' ὡ̃ν ἐμιαίνου σύ καὶ τί ἐὰν μὴ καθαρισθη̨̃ς ἔτι ἕως οὑ̃ ἐμπλήσω τὸν θυμόν μου
14 ἐγὼ κύριος λελάληκα καὶ ἥξει καὶ ποιήσω οὐ διαστελω̃ οὐδὲ μὴ ἐλεήσω κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινω̃ σε λέγει κύριος διὰ του̃το ἐγὼ κρινω̃ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινω̃ σε ἡ ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ του̃ παραπικραίνειν
15 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
16 υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σου̃ τὰ ἐπιθυμήματα τω̃ν ὀφθαλμω̃ν σου ἐν παρατάξει οὐ μὴ κοπη̨̃ς οὐδὲ μὴ κλαυσθη̨̃ς
17 στεναγμὸς αἵματος ὀσφύος πένθους ἐστίν οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοι̃ς ποσίν σου οὐ μὴ παρακληθη̨̃ς ἐν χείλεσιν αὐτω̃ν καὶ ἄρτον ἀνδρω̃ν οὐ μὴ φάγη̨ς
18 καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι
19 καὶ εἰ̃πεν πρός με ὁ λαός οὐκ ἀναγγελει̃ς ἡμι̃ν τί ἐστιν ταυ̃τα ἃ σὺ ποιει̃ς
20 καὶ εἰ̃πα πρὸς αὐτούς λόγος κυρίου πρός με ἐγένετο λέγων
21 εἰπὸν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος ἰδοὺ ἐγὼ βεβηλω̃ τὰ ἅγιά μου φρύαγμα ἰσχύος ὑμω̃ν ἐπιθυμήματα ὀφθαλμω̃ν ὑμω̃ν καὶ ὑπὲρ ὡ̃ν φείδονται αἱ ψυχαὶ ὑμω̃ν καὶ οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν οὓς ἐγκατελίπετε ἐν ῥομφαία̨ πεσου̃νται
22 καὶ ποιήσετε ὃν τρόπον πεποίηκα ἀπὸ στόματος αὐτω̃ν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρω̃ν οὐ φάγεσθε
23 καὶ αἱ κόμαι ὑμω̃ν ἐπὶ τη̃ς κεφαλη̃ς ὑμω̃ν καὶ τὰ ὑποδήματα ὑμω̃ν ἐν τοι̃ς ποσὶν ὑμω̃ν οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε καὶ ἐντακήσεσθε ἐν ται̃ς ἀδικίαις ὑμω̃ν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτου̃
24 καὶ ἔσται Ιεζεκιηλ ὑμι̃ν εἰς τέρας κατὰ πάντα ὅσα ἐποίησεν ποιήσετε ὅταν ἔλθη̨ ταυ̃τα καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
25 καὶ σύ υἱὲ ἀνθρώπου οὐχὶ ἐν τη̨̃ ἡμέρα̨ ὅταν λαμβάνω τὴν ἰσχὺν παρ' αὐτω̃ν τὴν ἔπαρσιν τη̃ς καυχήσεως αὐτω̃ν τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν αὐτω̃ν καὶ τὴν ἔπαρσιν ψυχη̃ς αὐτω̃ν υἱοὺς αὐτω̃ν καὶ θυγατέρας αὐτω̃ν
26 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἥξει ὁ ἀνασω̨ζόμενος πρὸς σὲ του̃ ἀναγγει̃λαί σοι εἰς τὰ ὠ̃τα
27 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασω̨ζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθη̨̃ς οὐκέτι καὶ ἔση̨ αὐτοι̃ς εἰς τέρας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 25
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).