1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ |
3 καὶ ἐρει̃ς τάδε λέγει κύριος ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τη̨̃ ἐκτάσει πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθει̃ν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τη̃ς κέδρου |
4 τὰ ἄκρα τη̃ς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γη̃ν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά |
5 καὶ ἔλαβεν ἀπὸ του̃ σπέρματος τη̃ς γη̃ς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ' ὕδατι πολλω̨̃ ἐπιβλεπόμενον ἔταξεν αὐτό |
6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενου̃σαν καὶ μικρὰν τω̨̃ μεγέθει του̃ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτη̃ς ἐπ' αὐτὴν καὶ αἱ ῥίζαι αὐτη̃ς ὑποκάτω αὐτη̃ς ἠ̃σαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτη̃ς |
7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτη̃ς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτη̃ς ἐξαπέστειλεν αὐτω̨̃ του̃ ποτίσαι αὐτὴν σὺν τω̨̃ βώλω̨ τη̃ς φυτείας αὐτη̃ς |
8 εἰς πεδίον καλὸν ἐφ' ὕδατι πολλω̨̃ αὕτη πιαίνεται του̃ ποιει̃ν βλαστοὺς καὶ φέρειν καρπὸν του̃ εἰ̃ναι εἰς ἄμπελον μεγάλην |
9 διὰ του̃το εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνει̃ οὐχὶ αἱ ῥίζαι τη̃ς ἁπαλότητος αὐτη̃ς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτη̃ς καὶ οὐκ ἐν βραχίονι μεγάλω̨ οὐδ' ἐν λαω̨̃ πολλω̨̃ του̃ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζω̃ν αὐτη̃ς |
10 καὶ ἰδοὺ πιαίνεται μὴ κατευθυνει̃ οὐχ ἅμα τω̨̃ ἅψασθαι αὐτη̃ς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασία̨ σὺν τω̨̃ βώλω̨ ἀνατολη̃ς αὐτη̃ς ξηρανθήσεται |
11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
12 υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἰ̃κον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἠ̃ν ταυ̃τα εἰπόν ὅταν ἔλθη̨ βασιλεὺς Βαβυλω̃νος ἐπὶ Ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτη̃ς καὶ τοὺς ἄρχοντας αὐτη̃ς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλω̃να |
13 καὶ λήμψεται ἐκ του̃ σπέρματος τη̃ς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρα̨̃ καὶ τοὺς ἡγουμένους τη̃ς γη̃ς λήμψεται |
14 του̃ γενέσθαι εἰς βασιλείαν ἀσθενη̃ τὸ καθόλου μὴ ἐπαίρεσθαι του̃ φυλάσσειν τὴν διαθήκην αὐτου̃ καὶ ἱστάνειν αὐτήν |
15 καὶ ἀποστήσεται ἀπ' αὐτου̃ του̃ ἐξαποστέλλειν ἀγγέλους ἑαυτου̃ εἰς Αἴγυπτον του̃ δου̃ναι αὐτω̨̃ ἵππους καὶ λαὸν πολύν εἰ κατευθυνει̃ εἰ διασωθήσεται ὁ ποιω̃ν ἐναντία καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται |
16 ζω̃ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ὡ̨̃ τόπω̨ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ' αὐτου̃ ἐν μέσω̨ Βαβυλω̃νος τελευτήσει |
17 καὶ οὐκ ἐν δυνάμει μεγάλη̨ οὐδ' ἐν ὄχλω̨ πολλω̨̃ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον ἐν χαρακοβολία̨ καὶ ἐν οἰκοδομη̨̃ βελοστάσεων του̃ ἐξα̃ραι ψυχάς |
18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν του̃ παραβη̃ναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χει̃ρα αὐτου̃ καὶ πάντα ταυ̃τα ἐποίησεν αὐτω̨̃ μὴ σωθήσεται |
19 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ζω̃ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτου̃ |
20 καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τη̨̃ περιοχη̨̃ αὐτου̃ |
21 ἐν πάση̨ παρατάξει αὐτου̃ ἐν ῥομφαία̨ πεσου̃νται καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερω̃ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα |
22 διότι τάδε λέγει κύριος καὶ λήμψομαι ἐγὼ ἐκ τω̃ν ἐπιλέκτων τη̃ς κέδρου ἐκ κορυφη̃ς καρδίας αὐτω̃ν ἀποκνιω̃ καὶ καταφυτεύσω ἐγὼ ἐπ' ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸν |
23 ἐν ὄρει μετεώρω̨ του̃ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτου̃ πα̃ν θηρίον καὶ πα̃ν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτου̃ ἀναπαύσεται τὰ κλήματα αὐτου̃ ἀποκατασταθήσεται |
24 καὶ γνώσονται πάντα τὰ ξύλα του̃ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινω̃ν ξύλον ὑψηλὸν καὶ ὑψω̃ν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν ἐγὼ κύριος λελάληκα καὶ ποιήσω |