Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 1,  στἰχοι 4-28

4 καὶ εἰ̃δον καὶ ἰδοὺ πνευ̃μα ἐξαι̃ρον ἤρχετο ἀπὸ βορρα̃ καὶ νεφέλη μεγάλη ἐν αὐτω̨̃ καὶ φέγγος κύκλω̨ αὐτου̃ καὶ πυ̃ρ ἐξαστράπτον καὶ ἐν τω̨̃ μέσω̨ αὐτου̃ ὡς ὅρασις ἠλέκτρου ἐν μέσω̨ του̃ πυρὸς καὶ φέγγος ἐν αὐτω̨̃
5 καὶ ἐν τω̨̃ μέσω̨ ὡς ὁμοίωμα τεσσάρων ζώ̨ων καὶ αὕτη ἡ ὅρασις αὐτω̃ν ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοι̃ς
6 καὶ τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ τέσσαρες πτέρυγες τω̨̃ ἑνί
7 καὶ τὰ σκέλη αὐτω̃ν ὀρθά καὶ πτερωτοὶ οἱ πόδες αὐτω̃ν καὶ σπινθη̃ρες ὡς ἐξαστράπτων χαλκός καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτω̃ν
8 καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν ἐπὶ τὰ τέσσαρα μέρη αὐτω̃ν καὶ τὰ πρόσωπα αὐτω̃ν τω̃ν τεσσάρων
9 οὐκ ἐπεστρέφοντο ἐν τω̨̃ βαδίζειν αὐτά ἕκαστον κατέναντι του̃ προσώπου αὐτω̃ν ἐπορεύοντο
10 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιω̃ν τοι̃ς τέσσαρσιν καὶ πρόσωπον μόσχου ἐξ ἀριστερω̃ν τοι̃ς τέσσαρσιν καὶ πρόσωπον ἀετου̃ τοι̃ς τέσσαρσιν
11 καὶ αἱ πτέρυγες αὐτω̃ν ἐκτεταμέναι ἄνωθεν τοι̃ς τέσσαρσιν ἑκατέρω̨ δύο συνεζευγμέναι πρὸς ἀλλήλας καὶ δύο ἐπεκάλυπτον ἐπάνω του̃ σώματος αὐτω̃ν
12 καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτου̃ ἐπορεύετο οὑ̃ ἂν ἠ̃ν τὸ πνευ̃μα πορευόμενον ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον
13 καὶ ἐν μέσω̨ τω̃ν ζώ̨ων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων ὡς ὄψις λαμπάδων συστρεφομένων ἀνὰ μέσον τω̃ν ζώ̨ων καὶ φέγγος του̃ πυρός καὶ ἐκ του̃ πυρὸς ἐξεπορεύετο ἀστραπή
14 ...
15 καὶ εἰ̃δον καὶ ἰδοὺ τροχὸς εἱ̃ς ἐπὶ τη̃ς γη̃ς ἐχόμενος τω̃ν ζώ̨ων τοι̃ς τέσσαρσιν
16 καὶ τὸ εἰ̃δος τω̃ν τροχω̃ν ὡς εἰ̃δος θαρσις καὶ ὁμοίωμα ἓν τοι̃ς τέσσαρσιν καὶ τὸ ἔργον αὐτω̃ν ἠ̃ν καθὼς ἂν εἴη τροχὸς ἐν τροχω̨̃
17 ἐπὶ τὰ τέσσαρα μέρη αὐτω̃ν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτὰ
18 οὐδ' οἱ νω̃τοι αὐτω̃ν καὶ ὕψος ἠ̃ν αὐτοι̃ς καὶ εἰ̃δον αὐτά καὶ οἱ νω̃τοι αὐτω̃ν πλήρεις ὀφθαλμω̃ν κυκλόθεν τοι̃ς τέσσαρσιν
19 καὶ ἐν τω̨̃ πορεύεσθαι τὰ ζω̨̃α ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἐν τω̨̃ ἐξαίρειν τὰ ζω̨̃α ἀπὸ τη̃ς γη̃ς ἐξή̨ροντο οἱ τροχοί
20 οὑ̃ ἂν ἠ̃ν ἡ νεφέλη ἐκει̃ τὸ πνευ̃μα του̃ πορεύεσθαι ἐπορεύοντο τὰ ζω̨̃α καὶ οἱ τροχοὶ καὶ ἐξή̨ροντο σὺν αὐτοι̃ς διότι πνευ̃μα ζωη̃ς ἠ̃ν ἐν τοι̃ς τροχοι̃ς
21 ἐν τω̨̃ πορεύεσθαι αὐτὰ ἐπορεύοντο καὶ ἐν τω̨̃ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τω̨̃ ἐξαίρειν αὐτὰ ἀπὸ τη̃ς γη̃ς ἐξή̨ροντο σὺν αὐτοι̃ς ὅτι πνευ̃μα ζωη̃ς ἠ̃ν ἐν τοι̃ς τροχοι̃ς
22 καὶ ὁμοίωμα ὑπὲρ κεφαλη̃ς αὐτοι̃ς τω̃ν ζώ̨ων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τω̃ν πτερύγων αὐτω̃ν ἐπάνωθεν
23 καὶ ὑποκάτω του̃ στερεώματος αἱ πτέρυγες αὐτω̃ν ἐκτεταμέναι πτερυσσόμεναι ἑτέρα τη̨̃ ἑτέρα̨ ἑκάστω̨ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτω̃ν
24 καὶ ἤκουον τὴν φωνὴν τω̃ν πτερύγων αὐτω̃ν ἐν τω̨̃ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλου̃ καὶ ἐν τω̨̃ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτω̃ν
25 καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν του̃ στερεώματος του̃ ὄντος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν
26 ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ' αὐτου̃ καὶ ἐπὶ του̃ ὁμοιώματος του̃ θρόνου ὁμοίωμα ὡς εἰ̃δος ἀνθρώπου ἄνωθεν
27 καὶ εἰ̃δον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἰ̃δον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτου̃ κύκλω̨
28 ὡς ὅρασις τόξου ὅταν ἠ̨̃ ἐν τη̨̃ νεφέλη̨ ἐν ἡμέρα̨ ὑετου̃ οὕτως ἡ στάσις του̃ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἰ̃δον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλου̃ντος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 2

1 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου στη̃θι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ
2 καὶ ἠ̃λθεν ἐπ' ἐμὲ πνευ̃μα καὶ ἀνέλαβέν με καὶ ἐξη̃ρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου καὶ ἤκουον αὐτου̃ λαλου̃ντος πρός με
3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τοὺς παραπικραίνοντάς με οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας
4 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος
5 ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν καὶ γνώσονται ὅτι προφήτης εἰ̃ σὺ ἐν μέσω̨ αὐτω̃ν
6 καὶ σύ υἱὲ ἀνθρώπου μὴ φοβηθη̨̃ς αὐτοὺς μηδὲ ἐκστη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλω̨ καὶ ἐν μέσω̨ σκορπίων σὺ κατοικει̃ς τοὺς λόγους αὐτω̃ν μὴ φοβηθη̨̃ς καὶ ἀπὸ προσώπου αὐτω̃ν μὴ ἐκστη̨̃ς διότι οἰ̃κος παραπικραίνων ἐστίν
7 καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθω̃σιν διότι οἰ̃κος παραπικραίνων ἐστίν
8 καὶ σύ υἱὲ ἀνθρώπου ἄκουε του̃ λαλου̃ντος πρὸς σέ μὴ γίνου παραπικραίνων καθὼς ὁ οἰ̃κος ὁ παραπικραίνων χάνε τὸ στόμα σου καὶ φάγε ἃ ἐγὼ δίδωμί σοι
9 καὶ εἰ̃δον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με καὶ ἐν αὐτη̨̃ κεφαλὶς βιβλίου
10 καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμου̃ καὶ ἐν αὐτη̨̃ γεγραμμένα ἠ̃ν τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν καὶ ἐγέγραπτο εἰς αὐτὴν θρη̃νος καὶ μέλος καὶ οὐαί

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 3,  στἰχοι 1-15

1 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ
2 καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα
3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τη̃ς κεφαλίδος ταύτης τη̃ς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τω̨̃ στόματί μου ὡς μέλι γλυκάζον
4 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς
5 διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλη̨ πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ
6 οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τη̨̃ γλώσση̨ ὄντας ὡ̃ν οὐκ ἀκούση̨ τοὺς λόγους αὐτω̃ν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὑ̃τοι ἂν εἰσήκουσάν σου
7 ὁ δὲ οἰ̃κος του̃ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακου̃σαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πα̃ς ὁ οἰ̃κος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι
8 καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τω̃ν προσώπων αὐτω̃ν καὶ τὸ νει̃κός σου κατισχύσω κατέναντι του̃ νείκους αὐτω̃ν
9 καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας μὴ φοβηθη̨̃ς ἀπ' αὐτω̃ν μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι οἰ̃κος παραπικραίνων ἐστίν
10 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σου̃ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοι̃ς ὠσίν σου ἄκουε
11 καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδω̃σιν
12 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμου̃ μεγάλου εὐλογημένη ἡ δόξα κυρίου ἐκ του̃ τόπου αὐτου̃
13 καὶ εἰ̃δον φωνὴν πτερύγων τω̃ν ζώ̨ων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τω̃ν τροχω̃ν ἐχομένη αὐτω̃ν καὶ φωνὴ του̃ σεισμου̃
14 καὶ τὸ πνευ̃μα ἐξη̃ρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμη̨̃ του̃ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά
15 καὶ εἰση̃λθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιη̃λθον τοὺς κατοικου̃ντας ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ τοὺς ὄντας ἐκει̃ καὶ ἐκάθισα ἐκει̃ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσω̨ αὐτω̃ν
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).