Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 3

καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ
καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα
καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τη̃ς κεφαλίδος ταύτης τη̃ς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τω̨̃ στόματί μου ὡς μέλι γλυκάζον
καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς
διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλη̨ πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ
οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τη̨̃ γλώσση̨ ὄντας ὡ̃ν οὐκ ἀκούση̨ τοὺς λόγους αὐτω̃ν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὑ̃τοι ἂν εἰσήκουσάν σου
ὁ δὲ οἰ̃κος του̃ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακου̃σαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πα̃ς ὁ οἰ̃κος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι
καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τω̃ν προσώπων αὐτω̃ν καὶ τὸ νει̃κός σου κατισχύσω κατέναντι του̃ νείκους αὐτω̃ν
καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας μὴ φοβηθη̨̃ς ἀπ' αὐτω̃ν μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν διότι οἰ̃κος παραπικραίνων ἐστίν
10 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σου̃ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοι̃ς ὠσίν σου ἄκουε
11 καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδω̃σιν
12 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμου̃ μεγάλου εὐλογημένη ἡ δόξα κυρίου ἐκ του̃ τόπου αὐτου̃
13 καὶ εἰ̃δον φωνὴν πτερύγων τω̃ν ζώ̨ων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τω̃ν τροχω̃ν ἐχομένη αὐτω̃ν καὶ φωνὴ του̃ σεισμου̃
14 καὶ τὸ πνευ̃μα ἐξη̃ρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμη̨̃ του̃ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά
15 καὶ εἰση̃λθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιη̃λθον τοὺς κατοικου̃ντας ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ τοὺς ὄντας ἐκει̃ καὶ ἐκάθισα ἐκει̃ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσω̨ αὐτω̃ν
16 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος κυρίου πρός με λέγων
17 υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ καὶ ἀκούση̨ ἐκ στόματός μου λόγον καὶ διαπειλήση̨ αὐτοι̃ς παρ' ἐμου̃
18 ἐν τω̨̃ λέγειν με τω̨̃ ἀνόμω̨ θανάτω̨ θανατωθήση̨ καὶ οὐ διεστείλω αὐτω̨̃ οὐδὲ ἐλάλησας του̃ διαστείλασθαι τω̨̃ ἀνόμω̨ ἀποστρέψαι ἀπὸ τω̃ν ὁδω̃ν αὐτου̃ του̃ ζη̃σαι αὐτόν ὁ ἄνομος ἐκει̃νος τη̨̃ ἀδικία̨ αὐτου̃ ἀποθανει̃ται καὶ τὸ αἱ̃μα αὐτου̃ ἐκ χειρός σου ἐκζητήσω
19 καὶ σὺ ἐὰν διαστείλη̨ τω̨̃ ἀνόμω̨ καὶ μὴ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ τη̃ς ὁδου̃ αὐτου̃ ὁ ἄνομος ἐκει̃νος ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἀποθανει̃ται καὶ σὺ τὴν ψυχήν σου ῥύση̨
20 καὶ ἐν τω̨̃ ἀποστρέφειν δίκαιον ἀπὸ τω̃ν δικαιοσυνω̃ν αὐτου̃ καὶ ποιήση̨ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτου̃ αὐτὸς ἀποθανει̃ται ὅτι οὐ διεστείλω αὐτω̨̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ἀποθανει̃ται διότι οὐ μὴ μνησθω̃σιν αἱ δικαιοσύναι αὐτου̃ ἃς ἐποίησεν καὶ τὸ αἱ̃μα αὐτου̃ ἐκ τη̃ς χειρός σου ἐκζητήσω
21 σὺ δὲ ἐὰν διαστείλη̨ τω̨̃ δικαίω̨ του̃ μὴ ἁμαρτει̃ν καὶ αὐτὸς μὴ ἁμάρτη̨ ὁ δίκαιος ζωη̨̃ ζήσεται ὅτι διεστείλω αὐτω̨̃ καὶ σὺ τὴν σεαυτου̃ ψυχὴν ῥύση̨
22 καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ εἰ̃πεν πρός με ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ ἐκει̃ λαληθήσεται πρὸς σέ
23 καὶ ἀνέστην καὶ ἐξη̃λθον εἰς τὸ πεδίον καὶ ἰδοὺ ἐκει̃ δόξα κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
24 καὶ ἠ̃λθεν ἐπ' ἐμὲ πνευ̃μα καὶ ἔστησέν με ἐπὶ πόδας μου καὶ ἐλάλησεν πρός με καὶ εἰ̃πέν μοι εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσω̨ του̃ οἴκου σου
25 καὶ σύ υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί καὶ δήσουσίν σε ἐν αὐτοι̃ς καὶ οὐ μὴ ἐξέλθη̨ς ἐκ μέσου αὐτω̃ν
26 καὶ τὴν γλω̃σσάν σου συνδήσω καὶ ἀποκωφωθήση̨ καὶ οὐκ ἔση̨ αὐτοι̃ς εἰς ἄνδρα ἐλέγχοντα διότι οἰ̃κος παραπικραίνων ἐστίν
27 καὶ ἐν τω̨̃ λαλει̃ν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ ἀκούων ἀκουέτω καὶ ὁ ἀπειθω̃ν ἀπειθείτω διότι οἰ̃κος παραπικραίνων ἐστίν
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).