1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 διὰ του̃το προφήτευσον υἱὲ ἀνθρώπου καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτω̃ν καὶ προφητεύσεις ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ |
3 καὶ ἐρει̃ς πρὸς τὴν γη̃ν του̃ Ισραηλ ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ καὶ ἐξολεθρεύσω ἐκ σου̃ ἄδικον καὶ ἄνομον |
4 ἀνθ' ὡ̃ν ἐξολεθρεύσω ἐκ σου̃ ἄδικον καὶ ἄνομον οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ ἐπὶ πα̃σαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρα̃ |
5 καὶ ἐπιγνώσεται πα̃σα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ του̃ κολεου̃ αὐτου̃ καὶ οὐκ ἀποστρέψει οὐκέτι |
6 καὶ σύ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβη̨̃ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτω̃ν |
7 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ἕνεκα τίνος σὺ στενάζεις καὶ ἐρει̃ς ἐπὶ τη̨̃ ἀγγελία̨ διότι ἔρχεται καὶ θραυσθήσεται πα̃σα καρδία καὶ πα̃σαι χει̃ρες παραλυθήσονται καὶ ἐκψύξει πα̃σα σὰρξ καὶ πα̃ν πνευ̃μα καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασία̨ ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει κύριος κύριος |
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
9 υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρει̃ς τάδε λέγει κύριος εἰπόν ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι |
10 ὅπως σφάξη̨ς σφάγια ὀξύνου ὅπως γένη̨ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν σφάζε ἐξουδένει ἀπωθου̃ πα̃ν ξύλον |
11 καὶ ἔδωκεν αὐτὴν ἑτοίμην του̃ κρατει̃ν χει̃ρα αὐτου̃ ἐξηκονήθη ῥομφαία ἔστιν ἑτοίμη του̃ δου̃ναι αὐτὴν εἰς χει̃ρα ἀποκεντου̃ντος |
12 ἀνάκραγε καὶ ὀλόλυξον υἱὲ ἀνθρώπου ὅτι αὐτὴ ἐγένετο ἐν τω̨̃ λαω̨̃ μου αὐτὴ ἐν πα̃σιν τοι̃ς ἀφηγουμένοις του̃ Ισραηλ παροικήσουσιν ἐπὶ ῥομφαία̨ ἐγένετο ἐν τω̨̃ λαω̨̃ μου διὰ του̃το κρότησον ἐπὶ τὴν χει̃ρά σου |
13 ὅτι δεδικαίωται καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη οὐκ ἔσται λέγει κύριος κύριος |
14 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ κρότησον χει̃ρα ἐπὶ χει̃ρα καὶ διπλασίασον ῥομφαίαν ἡ τρίτη ῥομφαία τραυματιω̃ν ἐστιν ῥομφαία τραυματιω̃ν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς |
15 ὅπως θραυσθη̨̃ ἡ καρδία καὶ πληθυνθω̃σιν οἱ ἀσθενου̃ντες ἐπὶ πα̃σαν πύλην αὐτω̃ν παραδέδονται εἰς σφάγια ῥομφαίας εὐ̃ γέγονεν εἰς σφαγήν εὐ̃ γέγονεν εἰς στίλβωσιν |
16 διαπορεύου ὀξύνου ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων οὑ̃ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται |
17 καὶ ἐγὼ δὲ κροτήσω χει̃ρά μου πρὸς χει̃ρά μου καὶ ἐναφήσω τὸν θυμόν μου ἐγὼ κύριος λελάληκα |
18 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
19 καὶ σύ υἱὲ ἀνθρώπου διάταξον σεαυτω̨̃ δύο ὁδοὺς του̃ εἰσελθει̃ν ῥομφαίαν βασιλέως Βαβυλω̃νος ἐκ χώρας μια̃ς ἐξελεύσονται αἱ δύο καὶ χεὶρ ἐν ἀρχη̨̃ ὁδου̃ πόλεως ἐπ' ἀρχη̃ς |
20 ὁδου̃ διατάξεις του̃ εἰσελθει̃ν ῥομφαίαν ἐπὶ Ραββαθ υἱω̃ν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσω̨ αὐτη̃ς |
21 διότι στήσεται βασιλεὺς Βαβυλω̃νος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ' ἀρχη̃ς τω̃ν δύο ὁδω̃ν του̃ μαντεύσασθαι μαντείαν του̃ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτη̃σαι ἐν τοι̃ς γλυπτοι̃ς καὶ ἡπατοσκοπήσασθαι ἐκ δεξιω̃ν αὐτου̃ |
22 ἐγένετο τὸ μαντει̃ον ἐπὶ Ιερουσαλημ του̃ βαλει̃ν χάρακα του̃ διανοι̃ξαι στόμα ἐν βοη̨̃ ὑψω̃σαι φωνὴν μετὰ κραυγη̃ς του̃ βαλει̃ν χάρακα ἐπὶ τὰς πύλας αὐτη̃ς καὶ βαλει̃ν χω̃μα καὶ οἰκοδομη̃σαι βελοστάσεις |
23 καὶ αὐτὸς αὐτοι̃ς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτω̃ν καὶ αὐτὸς ἀναμιμνή̨σκων ἀδικίας αὐτου̃ μνησθη̃ναι |
24 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἀνεμνήσατε τὰς ἀδικίας ὑμω̃ν ἐν τω̨̃ ἀποκαλυφθη̃ναι τὰς ἀσεβείας ὑμω̃ν του̃ ὁραθη̃ναι ἁμαρτίας ὑμω̃ν ἐν πάσαις ται̃ς ἀσεβείαις ὑμω̃ν καὶ ἐν τοι̃ς ἐπιτηδεύμασιν ὑμω̃ν ἀνθ' ὡ̃ν ἀνεμνήσατε ἐν τούτοις ἁλώσεσθε |
25 καὶ σύ βέβηλε ἄνομε ἀφηγούμενε του̃ Ισραηλ οὑ̃ ἥκει ἡ ἡμέρα ἐν καιρω̨̃ ἀδικίας πέρας |
26 τάδε λέγει κύριος ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον αὕτη οὐ τοιαύτη ἔσται ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας |
27 ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν οὐδ' αὕτη τοιαύτη ἔσται ἕως οὑ̃ ἔλθη̨ ὡ̨̃ καθήκει καὶ παραδώσω αὐτω̨̃ |
28 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον καὶ ἐρει̃ς τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτω̃ν καὶ ἐρει̃ς ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν ἐγείρου ὅπως στίλβη̨ς |
29 ἐν τη̨̃ ὁράσει σου τη̨̃ ματαία̨ καὶ ἐν τω̨̃ μαντεύεσθαί σε ψευδη̃ του̃ παραδου̃ναί σε ἐπὶ τραχήλους τραυματιω̃ν ἀνόμων ὡ̃ν ἥκει ἡ ἡμέρα ἐν καιρω̨̃ ἀδικίας πέρας |
30 ἀπόστρεφε μὴ καταλύση̨ς ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ γεγέννησαι ἐν τη̨̃ γη̨̃ τη̨̃ ἰδία̨ σου κρινω̃ σε |
31 καὶ ἐκχεω̃ ἐπὶ σὲ ὀργήν μου ἐν πυρὶ ὀργη̃ς μου ἐμφυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χει̃ρας ἀνδρω̃ν βαρβάρων τεκταινόντων διαφθοράν |
32 ἐν πυρὶ ἔση̨ κατάβρωμα τὸ αἱ̃μά σου ἔσται ἐν μέσω̨ τη̃ς γη̃ς σου οὐ μὴ γένηταί σου μνεία διότι ἐγὼ κύριος λελάληκα |