1 ἐν τω̨̃ ἔτει τω̨̃ δεκάτω̨ ἐν τω̨̃ δεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην |
3 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσω̨ ποταμω̃ν αὐτου̃ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς |
4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθυ̃ς του̃ ποταμου̃ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου του̃ ποταμου̃ σου καὶ πάντας τοὺς ἰχθύας του̃ ποταμου̃ σου |
5 καὶ καταβαλω̃ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας του̃ ποταμου̃ σου ἐπὶ πρόσωπον του̃ πεδίου πεση̨̃ καὶ οὐ μὴ συναχθη̨̃ς καὶ οὐ μὴ περισταλη̨̃ς τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ δέδωκά σε εἰς κατάβρωμα |
6 καὶ γνώσονται πάντες οἱ κατοικου̃ντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος ἀνθ' ὡ̃ν ἐγενήθης ῥάβδος καλαμίνη τω̨̃ οἴκω̨ Ισραηλ |
7 ὅτε ἐπελάβοντό σου τη̨̃ χειρὶ αὐτω̃ν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ' αὐτοὺς πα̃σα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτω̃ν πα̃σαν ὀσφύν |
8 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολω̃ ἀνθρώπους ἀπὸ σου̃ καὶ κτήνη |
9 καὶ ἔσται ἡ γη̃ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ του̃ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς |
10 διὰ του̃το ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γη̃ν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων |
11 οὐ μὴ διέλθη̨ ἐν αὐτη̨̃ ποὺς ἀνθρώπου καὶ ποὺς κτήνους οὐ μὴ διέλθη̨ αὐτήν καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη |
12 καὶ δώσω τὴν γη̃ν αὐτη̃ς ἀπώλειαν ἐν μέσω̨ γη̃ς ἠρημωμένης καὶ αἱ πόλεις αὐτη̃ς ἐν μέσω̨ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερω̃ Αἴγυπτον ἐν τοι̃ς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας |
13 τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τω̃ν ἐθνω̃ν οὑ̃ διεσκορπίσθησαν ἐκει̃ |
14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τω̃ν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γη̨̃ Παθουρης ἐν τη̨̃ γη̨̃ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ |
15 παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθη̨̃ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω του̃ μὴ εἰ̃ναι αὐτοὺς πλείονας ἐν τοι̃ς ἔθνεσιν |
16 καὶ οὐκέτι ἔσονται τω̨̃ οἴκω̨ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνή̨σκουσαν ἀνομίαν ἐν τω̨̃ αὐτοὺς ἀκολουθη̃σαι ὀπίσω αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος |
17 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ εἰκοστω̨̃ ἔτει μια̨̃ του̃ μηνὸς του̃ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων |
18 υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατεδουλώσατο αὐτου̃ τὴν δύναμιν δουλεία̨ μεγάλη̨ ἐπὶ Τύρου πα̃σα κεφαλὴ φαλακρὰ καὶ πα̃ς ὠ̃μος μαδω̃ν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτω̨̃ καὶ τη̨̃ δυνάμει αὐτου̃ ἐπὶ Τύρου καὶ τη̃ς δουλείας ἡ̃ς ἐδούλευσαν ἐπ' αὐτήν |
19 τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος γη̃ν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτη̃ς καὶ σκυλεύσει τὰ σκυ̃λα αὐτη̃ς καὶ ἔσται μισθὸς τη̨̃ δυνάμει αὐτου̃ |
20 ἀντὶ τη̃ς λειτουργίας αὐτου̃ ἡ̃ς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτω̨̃ γη̃ν Αἰγύπτου τάδε λέγει κύριος κύριος |
21 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνατελει̃ κέρας παντὶ τω̨̃ οἴκω̨ Ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεω̨γμένον ἐν μέσω̨ αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος |