Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 31

1 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ τρίτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου εἰπὸν πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ τω̨̃ πλήθει αὐτου̃ τίνι ὡμοίωσας σεαυτὸν ἐν τω̨̃ ὕψει σου
3 ἰδοὺ Ασσουρ κυπάρισσος ἐν τω̨̃ Λιβάνω̨ καὶ καλὸς ται̃ς παραφυάσιν καὶ ὑψηλὸς τω̨̃ μεγέθει εἰς μέσον νεφελω̃ν ἐγένετο ἡ ἀρχὴ αὐτου̃
4 ὕδωρ ἐξέθρεψεν αὐτόν ἡ ἄβυσσος ὕψωσεν αὐτόν τοὺς ποταμοὺς αὐτη̃ς ἤγαγεν κύκλω̨ τω̃ν φυτω̃ν αὐτου̃ καὶ τὰ συστέματα αὐτη̃ς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα του̃ πεδίου
5 ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτου̃ παρὰ πάντα τὰ ξύλα του̃ πεδίου καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτου̃ ἀφ' ὕδατος πολλου̃
6 ἐν ται̃ς παραφυάσιν αὐτου̃ ἐνόσσευσαν πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὑποκάτω τω̃ν κλάδων αὐτου̃ ἐγεννω̃σαν πάντα τὰ θηρία του̃ πεδίου ἐν τη̨̃ σκια̨̃ αὐτου̃ κατώ̨κησεν πα̃ν πλη̃θος ἐθνω̃ν
7 καὶ ἐγένετο καλὸς ἐν τω̨̃ ὕψει αὐτου̃ διὰ τὸ πλη̃θος τω̃ν κλάδων αὐτου̃ ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτου̃ εἰς ὕδωρ πολύ
8 κυπάρισσοι τοιαυ̃ται οὐκ ἐγενήθησαν ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ καὶ πίτυες οὐχ ὅμοιαι ται̃ς παραφυάσιν αὐτου̃ καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοι̃ς κλάδοις αὐτου̃ πα̃ν ξύλον ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ οὐχ ὡμοιώθη αὐτω̨̃ ἐν τω̨̃ κάλλει αὐτου̃
9 διὰ τὸ πλη̃θος τω̃ν κλάδων αὐτου̃ καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα του̃ παραδείσου τη̃ς τρυφη̃ς του̃ θεου̃
10 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐγένου μέγας τω̨̃ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελω̃ν καὶ εἰ̃δον ἐν τω̨̃ ὑψωθη̃ναι αὐτόν
11 καὶ παρέδωκα αὐτὸν εἰς χει̃ρας ἄρχοντος ἐθνω̃ν καὶ ἐποίησεν τὴν ἀπώλειαν αὐτου̃
12 καὶ ἐξωλέθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνω̃ν καὶ κατέβαλον αὐτὸν ἐπὶ τω̃ν ὀρέων ἐν πάσαις ται̃ς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτου̃ καὶ συνετρίβη τὰ στελέχη αὐτου̃ ἐν παντὶ πεδίω̨ τη̃ς γη̃ς καὶ κατέβησαν ἀπὸ τη̃ς σκέπης αὐτω̃ν πάντες οἱ λαοὶ τω̃ν ἐθνω̃ν καὶ ἠδάφισαν αὐτόν
13 ἐπὶ τὴν πτω̃σιν αὐτου̃ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἐπὶ τὰ στελέχη αὐτου̃ ἐγένοντο πάντα τὰ θηρία του̃ ἀγρου̃
14 ὅπως μὴ ὑψωθω̃σιν ἐν τω̨̃ μεγέθει αὐτω̃ν πάντα τὰ ξύλα τὰ ἐν τω̨̃ ὕδατι καὶ οὐκ ἔδωκαν τὴν ἀρχὴν αὐτω̃ν εἰς μέσον νεφελω̃ν καὶ οὐκ ἔστησαν ἐν τω̨̃ ὕψει αὐτω̃ν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ πάντες ἐδόθησαν εἰς θάνατον εἰς γη̃ς βάθος ἐν μέσω̨ υἱω̃ν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον
15 τάδε λέγει κύριος κύριος ἐν ἡ̨̃ ἡμέρα̨ κατέβη εἰς ἅ̨δου ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτη̃ς καὶ ἐκώλυσα πλη̃θος ὕδατος καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος πάντα τὰ ξύλα του̃ πεδίου ἐπ' αὐτω̨̃ ἐξελύθησαν
16 ἀπὸ τη̃ς φωνη̃ς τη̃ς πτώσεως αὐτου̃ ἐσείσθησαν τὰ ἔθνη ὅτε κατεβίβαζον αὐτὸν εἰς ἅ̨δου μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον καὶ παρεκάλουν αὐτὸν ἐν γη̨̃ πάντα τὰ ξύλα τη̃ς τρυφη̃ς καὶ τὰ ἐκλεκτὰ του̃ Λιβάνου πάντα τὰ πίνοντα ὕδωρ
17 καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτου̃ εἰς ἅ̨δου ἐν τοι̃ς τραυματίαις ἀπὸ μαχαίρας καὶ τὸ σπέρμα αὐτου̃ οἱ κατοικου̃ντες ὑπὸ τὴν σκέπην αὐτου̃ ἐν μέσω̨ τη̃ς ζωη̃ς αὐτω̃ν ἀπώλοντο
18 τίνι ὡμοιώθης κατάβηθι καὶ καταβιβάσθητι μετὰ τω̃ν ξύλων τη̃ς τρυφη̃ς εἰς γη̃ς βάθος ἐν μέσω̨ ἀπεριτμήτων κοιμηθήση̨ μετὰ τραυματιω̃ν μαχαίρας οὕτως Φαραω καὶ τὸ πλη̃θος τη̃ς ἰσχύος αὐτου̃ λέγει κύριος κύριος
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 32
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).