ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 33,
στἰχοι 10-20
10 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ οὕτως ἐλαλήσατε λέγοντες αἱ πλάναι ἡμω̃ν καὶ αἱ ἀνομίαι ἡμω̃ν ἐφ' ἡμι̃ν εἰσιν καὶ ἐν αὐται̃ς ἡμει̃ς τηκόμεθα καὶ πω̃ς ζησόμεθα |
11 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ τάδε λέγει κύριος οὐ βούλομαι τὸν θάνατον του̃ ἀσεβου̃ς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ καὶ ζη̃ν αὐτόν ἀποστροφη̨̃ ἀποστρέψατε ἀπὸ τη̃ς ὁδου̃ ὑμω̃ν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ |
12 εἰπὸν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ πλανηθη̨̃ καὶ ἀνομία ἀσεβου̃ς οὐ μὴ κακώση̨ αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ δίκαιος οὐ μὴ δύνηται σωθη̃ναι |
13 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ δικαίω̨ οὑ̃τος πέποιθεν ἐπὶ τη̨̃ δικαιοσύνη̨ αὐτου̃ καὶ ποιήση̨ ἀνομίαν πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ οὐ μὴ ἀναμνησθω̃σιν ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ἐν αὐτη̨̃ ἀποθανει̃ται |
14 καὶ ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἀσεβει̃ θανάτω̨ θανατωθήση̨ καὶ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην |
15 καὶ ἐνεχύρασμα ἀποδω̨̃ καὶ ἅρπαγμα ἀποτείση̨ ἐν προστάγμασιν ζωη̃ς διαπορεύηται του̃ μὴ ποιη̃σαι ἄδικον ζωη̨̃ ζήσεται καὶ οὐ μὴ ἀποθάνη̨ |
16 πα̃σαι αἱ ἁμαρτίαι αὐτου̃ ἃς ἥμαρτεν οὐ μὴ ἀναμνησθω̃σιν ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν ἐν αὐτοι̃ς ζήσεται |
17 καὶ ἐρου̃σιν οἱ υἱοὶ του̃ λαου̃ σου οὐκ εὐθει̃α ἡ ὁδὸς του̃ κυρίου καὶ αὕτη ἡ ὁδὸς αὐτω̃ν οὐκ εὐθει̃α |
18 ἐν τω̨̃ ἀποστρέψαι δίκαιον ἀπὸ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀνομίας καὶ ἀποθανει̃ται ἐν αὐται̃ς |
19 καὶ ἐν τω̨̃ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην ἐν αὐτοι̃ς αὐτὸς ζήσεται |
20 καὶ του̃τό ἐστιν ὃ εἴπατε οὐκ εὐθει̃α ἡ ὁδὸς κυρίου ἕκαστον ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.