22 διὰ του̃το εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ τάδε λέγει κύριος οὐχ ὑμι̃ν ἐγὼ ποιω̃ οἰ̃κος Ισραηλ ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβηλώσατε ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθετε ἐκει̃ |
23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοι̃ς ἔθνεσιν ὃ ἐβεβηλώσατε ἐν μέσω̨ αὐτω̃ν καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ἁγιασθη̃ναί με ἐν ὑμι̃ν κατ' ὀφθαλμοὺς αὐτω̃ν |
24 καὶ λήμψομαι ὑμα̃ς ἐκ τω̃ν ἐθνω̃ν καὶ ἀθροίσω ὑμα̃ς ἐκ πασω̃ν τω̃ν γαιω̃ν καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν ὑμω̃ν |
25 καὶ ῥανω̃ ἐφ' ὑμα̃ς ὕδωρ καθαρόν καὶ καθαρισθήσεσθε ἀπὸ πασω̃ν τω̃ν ἀκαθαρσιω̃ν ὑμω̃ν καὶ ἀπὸ πάντων τω̃ν εἰδώλων ὑμω̃ν καὶ καθαριω̃ ὑμα̃ς |
26 καὶ δώσω ὑμι̃ν καρδίαν καινὴν καὶ πνευ̃μα καινὸν δώσω ἐν ὑμι̃ν καὶ ἀφελω̃ τὴν καρδίαν τὴν λιθίνην ἐκ τη̃ς σαρκὸς ὑμω̃ν καὶ δώσω ὑμι̃ν καρδίαν σαρκίνην |
27 καὶ τὸ πνευ̃μά μου δώσω ἐν ὑμι̃ν καὶ ποιήσω ἵνα ἐν τοι̃ς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε |
28 καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν κἀγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν |
29 καὶ σώσω ὑμα̃ς ἐκ πασω̃ν τω̃ν ἀκαθαρσιω̃ν ὑμω̃ν καὶ καλέσω τὸν σι̃τον καὶ πληθυνω̃ αὐτὸν καὶ οὐ δώσω ἐφ' ὑμα̃ς λιμόν |