Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 37,  στἰχοι 3-14

3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου εἰ ζήσεται τὰ ὀστα̃ ταυ̃τα καὶ εἰ̃πα κύριε σὺ ἐπίστη̨ ταυ̃τα
4 καὶ εἰ̃πεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστα̃ ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς τὰ ὀστα̃ τὰ ξηρά ἀκούσατε λόγον κυρίου
5 τάδε λέγει κύριος τοι̃ς ὀστέοις τούτοις ἰδοὺ ἐγὼ φέρω εἰς ὑμα̃ς πνευ̃μα ζωη̃ς
6 καὶ δώσω ἐφ' ὑμα̃ς νευ̃ρα καὶ ἀνάξω ἐφ' ὑμα̃ς σάρκας καὶ ἐκτενω̃ ἐφ' ὑμα̃ς δέρμα καὶ δώσω πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος
7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι καὶ ἐγένετο ἐν τω̨̃ ἐμὲ προφητευ̃σαι καὶ ἰδοὺ σεισμός καὶ προσήγαγε τὰ ὀστα̃ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτου̃
8 καὶ εἰ̃δον καὶ ἰδοὺ ἐπ' αὐτὰ νευ̃ρα καὶ σάρκες ἐφύοντο καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω καὶ πνευ̃μα οὐκ ἠ̃ν ἐν αὐτοι̃ς
9 καὶ εἰ̃πεν πρός με προφήτευσον υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὸ πνευ̃μα καὶ εἰπὸν τω̨̃ πνεύματι τάδε λέγει κύριος ἐκ τω̃ν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν
10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι καὶ εἰση̃λθεν εἰς αὐτοὺς τὸ πνευ̃μα καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τω̃ν ποδω̃ν αὐτω̃ν συναγωγὴ πολλὴ σφόδρα
11 καὶ ἐλάλησεν κύριος πρός με λέγων υἱὲ ἀνθρώπου τὰ ὀστα̃ ταυ̃τα πα̃ς οἰ̃κος Ισραηλ ἐστίν καὶ αὐτοὶ λέγουσιν ξηρὰ γέγονεν τὰ ὀστα̃ ἡμω̃ν ἀπόλωλεν ἡ ἐλπὶς ἡμω̃ν διαπεφωνήκαμεν
12 διὰ του̃το προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἀνοίγω ὑμω̃ν τὰ μνήματα καὶ ἀνάξω ὑμα̃ς ἐκ τω̃ν μνημάτων ὑμω̃ν καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν του̃ Ισραηλ
13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ἀνοι̃ξαί με τοὺς τάφους ὑμω̃ν του̃ ἀναγαγει̃ν με ἐκ τω̃ν τάφων τὸν λαόν μου
14 καὶ δώσω τὸ πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ θήσομαι ὑμα̃ς ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω λέγει κύριος
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 37
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).