Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 40

1 καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ καὶ εἰκοστω̨̃ ἔτει τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἐν τω̨̃ πρώτω̨ μηνὶ δεκάτη̨ του̃ μηνὸς ἐν τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει μετὰ τὸ ἁλω̃ναι τὴν πόλιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με
2 ἐν ὁράσει θεου̃ εἰς τὴν γη̃ν του̃ Ισραηλ καὶ ἔθηκέν με ἐπ' ὄρους ὑψηλου̃ σφόδρα καὶ ἐπ' αὐτου̃ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι
3 καὶ εἰσήγαγέν με ἐκει̃ καὶ ἰδοὺ ἀνήρ καὶ ἡ ὅρασις αὐτου̃ ἠ̃ν ὡσεὶ ὅρασις χαλκου̃ στίλβοντος καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἠ̃ν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου καὶ αὐτὸς εἱστήκει ἐπὶ τη̃ς πύλης
4 καὶ εἰ̃πεν πρός με ὁ ἀνήρ ἑώρακας υἱὲ ἀνθρώπου ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἰδὲ καὶ ἐν τοι̃ς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι διότι ἕνεκα του̃ δει̃ξαί σοι εἰσελήλυθας ὡ̃δε καὶ δείξεις πάντα ὅσα σὺ ὁρα̨̃ς τω̨̃ οἴκω̨ του̃ Ισραηλ
5 καὶ ἰδοὺ περίβολος ἔξωθεν του̃ οἴκου κύκλω̨ καὶ ἐν τη̨̃ χειρὶ του̃ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχω̃ν ἓξ ἐν πήχει καὶ παλαιστη̃ς καὶ διεμέτρησεν τὸ προτείχισμα πλάτος ἴσον τω̨̃ καλάμω̨ καὶ τὸ ὕψος αὐτου̃ ἴσον τω̨̃ καλάμω̨
6 καὶ εἰση̃λθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοι̃ς καὶ διεμέτρησεν τὸ αιλαμ τη̃ς πύλης ἴσον τω̨̃ καλάμω̨
7 καὶ τὸ θεε ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον του̃ θαιηλαθα πηχω̃ν ἓξ καὶ τὸ θεε τὸ δεύτερον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ τὸ αιλαμ πήχεων πέντε
8 καὶ τὸ θεε τὸ τρίτον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος
9 καὶ τὸ αιλαμ του̃ πυλω̃νος πλησίον του̃ αιλαμ τη̃ς πύλης πηχω̃ν ὀκτὼ καὶ τὰ αιλευ πηχω̃ν δύο καὶ τὸ αιλαμ τη̃ς πύλης ἔσωθεν
10 καὶ τὰ θεε τη̃ς πύλης θεε κατέναντι τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ μέτρον ἓν τοι̃ς τρισὶν καὶ μέτρον ἓν τοι̃ς αιλαμ ἔνθεν καὶ ἔνθεν
11 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς θύρας του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα τριω̃ν
12 καὶ πη̃χυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τω̃ν θεϊμ ἔνθεν καὶ ἔνθεν καὶ τὸ θεε πηχω̃ν ἓξ ἔνθεν καὶ πηχω̃ν ἓξ ἔνθεν
13 καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ του̃ τοίχου του̃ θεε ἐπὶ τὸν τοι̃χον του̃ θεε πλάτος πήχεις εἴκοσι πέντε αὕτη πύλη ἐπὶ πύλην
14 καὶ τὸ αἴθριον του̃ αιλαμ τη̃ς πύλης ἑξήκοντα πήχεις εἴκοσι θεϊμ τη̃ς πύλης κύκλω̨
15 καὶ τὸ αἴθριον τη̃ς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αιλαμ τη̃ς πύλης ἔσωθεν πηχω̃ν πεντήκοντα
16 καὶ θυρίδες κρυπταὶ ἐπὶ τὰ θεϊμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωθεν τη̃ς πύλης τη̃ς αὐλη̃ς κυκλόθεν καὶ ὡσαύτως τοι̃ς αιλαμ θυρίδες κύκλω̨ ἔσωθεν καὶ ἐπὶ τὸ αιλαμ φοίνικες ἔνθεν καὶ ἔνθεν
17 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλω̨ τη̃ς αὐλη̃ς τριάκοντα παστοφόρια ἐν τοι̃ς περιστύλοις
18 καὶ αἱ στοαὶ κατὰ νώτου τω̃ν πυλω̃ν κατὰ τὸ μη̃κος τω̃ν πυλω̃ν τὸ περίστυλον τὸ ὑποκάτω
19 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς αὐλη̃ς ἀπὸ του̃ αἰθρίου τη̃ς πύλης τη̃ς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τη̃ς πύλης τη̃ς βλεπούσης ἔξω πήχεις ἑκατόν τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ εἰσήγαγέν με ἐπὶ βορρα̃ν
20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρα̃ν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐξωτέρα̨ καὶ διεμέτρησεν αὐτήν τό τε μη̃κος αὐτη̃ς καὶ τὸ πλάτος
21 καὶ τὰ θεε τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς φοίνικας αὐτη̃ς καὶ ἐγένετο κατὰ τὰ μέτρα τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς
22 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω καὶ οἱ φοίνικες αὐτη̃ς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς καὶ ἐν ἑπτὰ κλιμακτη̃ρσιν ἀνέβαινον ἐπ' αὐτήν καὶ τὰ αιλαμμω ἔσωθεν
23 καὶ πύλη τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ βλέπουσα ἐπὶ πύλην του̃ βορρα̃ ὃν τρόπον τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν
24 καὶ ἤγαγέν με κατὰ νότον καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα
25 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω κυκλόθεν καθὼς αἱ θυρίδες του̃ αιλαμ πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς
26 καὶ ἑπτὰ κλιμακτη̃ρες αὐτη̨̃ καὶ αιλαμμω ἔσωθεν καὶ φοίνικες αὐτη̨̃ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν ἐπὶ τὰ αιλευ
27 καὶ πύλη κατέναντι πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας πρὸς νότον καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατὸν τὸ εὐ̃ρος πρὸς νότον
28 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταυ̃τα
29 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ τὸ εὐ̃ρος πήχεις εἴκοσι πέντε
30 ...
31 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ καὶ ὀκτὼ κλιμακτη̃ρες
32 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταυ̃τα
33 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε
34 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ φοίνικες ἐπὶ του̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃
35 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρα̃ν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταυ̃τα
36 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ θυρίδες αὐτη̨̃ κύκλω̨ καὶ τω̨̃ αιλαμμω αὐτη̃ς πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε
37 καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃
38 τὰ παστοφόρια αὐτη̃ς καὶ τὰ θυρώματα αὐτη̃ς καὶ τὰ αιλαμμω αὐτη̃ς ἐπὶ τη̃ς πύλης
39 τη̃ς δευτέρας ἔκρυσις ὅπως σφάζωσιν ἐν αὐτη̨̃ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας
40 καὶ κατὰ νώτου του̃ ῥόακος τω̃ν ὁλοκαυτωμάτων τη̃ς βλεπούσης πρὸς βορρα̃ν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τη̃ς δευτέρας καὶ του̃ αιλαμ τη̃ς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς
41 τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τη̃ς πύλης ἐπ' αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τω̃ν ὀκτὼ τραπεζω̃ν τω̃ν θυμάτων
42 καὶ τέσσαρες τράπεζαι τω̃ν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μη̃κος καὶ ἐπὶ πη̃χυν τὸ ὕψος ἐπ' αὐτὰς ἐπιθήσουσιν τὰ σκεύη ἐν οἱ̃ς σφάζουσιν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα
43 καὶ παλαιστὴν ἕξουσιν γει̃σος λελαξευμένον ἔσωθεν κύκλω̨ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας του̃ καλύπτεσθαι ἀπὸ του̃ ὑετου̃ καὶ ἀπὸ τη̃ς ξηρασίας
44 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς βορρα̃ν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρα̃ν
45 καὶ εἰ̃πεν πρός με ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ οἴκου
46 καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρα̃ν τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ θυσιαστηρίου ἐκει̃νοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ του̃ Λευι πρὸς κύριον λειτουργει̃ν αὐτω̨̃
47 καὶ διεμέτρησεν τὴν αὐλὴν μη̃κος πήχεων ἑκατὸν καὶ εὐ̃ρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτη̃ς καὶ τὸ θυσιαστήριον ἀπέναντι του̃ οἴκου
48 καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ του̃ οἴκου καὶ διεμέτρησεν τὸ αιλ του̃ αιλαμ πηχω̃ν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ τὸ εὐ̃ρος του̃ θυρώματος πηχω̃ν δέκα τεσσάρων καὶ ἐπωμίδες τη̃ς θύρας του̃ αιλαμ πηχω̃ν τριω̃ν ἔνθεν καὶ πηχω̃ν τριω̃ν ἔνθεν
49 καὶ τὸ μη̃κος του̃ αιλαμ πηχω̃ν εἴκοσι καὶ τὸ εὐ̃ρος πηχω̃ν δώδεκα καὶ ἐπὶ δέκα ἀναβαθμω̃ν ἀνέβαινον ἐπ' αὐτό καὶ στυ̃λοι ἠ̃σαν ἐπὶ τὸ αιλαμ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 41

1 καὶ εἰσήγαγέν με εἰς τὸν ναόν ὡ̨̃ διεμέτρησεν τὸ αιλαμ πηχω̃ν ἓξ τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν ἓξ τὸ εὐ̃ρος του̃ αιλαμ ἔνθεν
2 καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ ἐπωμίδες του̃ πυλω̃νος πηχω̃ν πέντε ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ διεμέτρησεν τὸ μη̃κος αὐτου̃ πηχω̃ν τεσσαράκοντα καὶ τὸ εὐ̃ρος πηχω̃ν εἴκοσι
3 καὶ εἰση̃λθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησεν τὸ αιλ του̃ θυρώματος πηχω̃ν δύο καὶ τὸ θύρωμα πηχω̃ν ἓξ καὶ τὰς ἐπωμίδας του̃ θυρώματος πηχω̃ν ἑπτὰ ἔνθεν καὶ πηχω̃ν ἑπτὰ ἔνθεν
4 καὶ διεμέτρησεν τὸ μη̃κος τω̃ν θυρω̃ν πηχω̃ν τεσσαράκοντα καὶ εὐ̃ρος πηχω̃ν εἴκοσι κατὰ πρόσωπον του̃ ναου̃ καὶ εἰ̃πεν του̃το τὸ ἅγιον τω̃ν ἁγίων
5 καὶ διεμέτρησεν τὸν τοι̃χον του̃ οἴκου πηχω̃ν ἓξ καὶ τὸ εὐ̃ρος τη̃ς πλευρα̃ς πηχω̃ν τεσσάρων κυκλόθεν
6 καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρει̃ς δίς καὶ διάστημα ἐν τω̨̃ τοίχω̨ του̃ οἴκου ἐν τοι̃ς πλευροι̃ς κύκλω̨ του̃ εἰ̃ναι τοι̃ς ἐπιλαμβανομένοις ὁρα̃ν ὅπως τὸ παράπαν μὴ ἅπτωνται τω̃ν τοίχων του̃ οἴκου
7 καὶ τὸ εὐ̃ρος τη̃ς ἀνωτέρας τω̃ν πλευρω̃ν κατὰ τὸ πρόσθεμα ἐκ του̃ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλω̨ του̃ οἴκου ὅπως διαπλατύνηται ἄνωθεν καὶ ἐκ τω̃ν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερω̨̃α καὶ ἐκ τω̃ν μέσων ἐπὶ τὰ τριώροφα
8 καὶ τὸ θραελ του̃ οἴκου ὕψος κύκλω̨ διάστημα τω̃ν πλευρω̃ν ἴσον τω̨̃ καλάμω̨ πήχεων ἓξ διάστημα
9 καὶ εὐ̃ρος του̃ τοίχου τη̃ς πλευρα̃ς ἔξωθεν πηχω̃ν πέντε καὶ τὰ ἀπόλοιπα ἀνὰ μέσον τω̃ν πλευρω̃ν του̃ οἴκου
10 καὶ ἀνὰ μέσον τω̃ν ἐξεδρω̃ν εὐ̃ρος πηχω̃ν εἴκοσι τὸ περιφερὲς τω̨̃ οἴκω̨ κύκλω̨
11 καὶ αἱ θύραι τω̃ν ἐξεδρω̃ν ἐπὶ τὸ ἀπόλοιπον τη̃ς θύρας τη̃ς μια̃ς τη̃ς πρὸς βορρα̃ν καὶ ἡ θύρα ἡ μία πρὸς νότον καὶ τὸ εὐ̃ρος του̃ φωτὸς του̃ ἀπολοίπου πηχω̃ν πέντε πλάτος κυκλόθεν
12 καὶ τὸ διορίζον κατὰ πρόσωπον του̃ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχω̃ν ἑβδομήκοντα πλάτος του̃ τοίχου του̃ διορίζοντος πήχεων πέντε εὐ̃ρος κυκλόθεν καὶ μη̃κος αὐτου̃ πήχεων ἐνενήκοντα
13 καὶ διεμέτρησεν κατέναντι του̃ οἴκου μη̃κος πηχω̃ν ἑκατόν καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοι̃χοι αὐτω̃ν μη̃κος πηχω̃ν ἑκατόν
14 καὶ τὸ εὐ̃ρος κατὰ πρόσωπον του̃ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχω̃ν ἑκατόν
15 καὶ διεμέτρησεν μη̃κος του̃ διορίζοντος κατὰ πρόσωπον του̃ ἀπολοίπου τω̃ν κατόπισθεν του̃ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πήχεων ἑκατὸν τὸ μη̃κος καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αιλαμ τὸ ἐξώτερον
16 πεφατνωμένα καὶ αἱ θυρίδες δικτυωταί ὑποφαύσεις κύκλω̨ τοι̃ς τρισὶν ὥστε διακύπτειν καὶ ὁ οἰ̃κος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλω̨ καὶ τὸ ἔδαφος καὶ ἐκ του̃ ἐδάφους ἕως τω̃ν θυρίδων καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσω̃ς εἰς τὸ διακύπτειν
17 καὶ ἕως πλησίον τη̃ς ἐσωτέρας καὶ ἕως τη̃ς ἐξωτέρας καὶ ἐφ' ὅλον τὸν τοι̃χον κύκλω̨ ἐν τω̨̃ ἔσωθεν καὶ ἐν τω̨̃ ἔξωθεν
18 γεγλυμμένα χερουβιν καὶ φοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ δύο πρόσωπα τω̨̃ χερουβ
19 πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν διαγεγλυμμένος ὅλος ὁ οἰ̃κος κυκλόθεν
20 ἐκ του̃ ἐδάφους ἕως του̃ φατνώματος τὰ χερουβιν καὶ οἱ φοίνικες διαγεγλυμμένοι
21 καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα κατὰ πρόσωπον τω̃ν ἁγίων ὅρασις ὡς ὄψις
22 θυσιαστηρίου ξυλίνου πηχω̃ν τριω̃ν τὸ ὕψος αὐτου̃ καὶ τὸ μη̃κος πηχω̃ν δύο καὶ τὸ εὐ̃ρος πηχω̃ν δύο καὶ κέρατα εἰ̃χεν καὶ ἡ βάσις αὐτου̃ καὶ οἱ τοι̃χοι αὐτου̃ ξύλινοι καὶ εἰ̃πεν πρός με αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου κυρίου
23 καὶ δύο θυρώματα τω̨̃ ναω̨̃ καὶ τω̨̃ ἁγίω̨
24 δύο θυρώματα τοι̃ς δυσὶ θυρώμασι τοι̃ς στροφωτοι̃ς δύο θυρώματα τω̨̃ ἑνὶ καὶ δύο θυρώματα τη̨̃ θύρα̨ τη̨̃ δευτέρα̨
25 καὶ γλυφὴ ἐπ' αὐτω̃ν καὶ ἐπὶ τὰ θυρώματα του̃ ναου̃ χερουβιν καὶ φοίνικες κατὰ τὴν γλυφὴν τω̃ν ἁγίων καὶ σπουδαι̃α ξύλα κατὰ πρόσωπον του̃ αιλαμ ἔξωθεν
26 καὶ θυρίδες κρυπταί καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα του̃ αιλαμ καὶ τὰ πλευρὰ του̃ οἴκου ἐζυγωμένα

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 42

1 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν κατὰ ἀνατολὰς κατέναντι τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ εἰσήγαγέν με καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι του̃ ἀπολοίπου καὶ ἐχόμεναι του̃ διορίζοντος πρὸς βορρα̃ν
2 ἐπὶ πήχεις ἑκατὸν μη̃κος πρὸς βορρα̃ν καὶ τὸ πλάτος πεντήκοντα πήχεων
3 διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί
4 καὶ κατέναντι τω̃ν ἐξεδρω̃ν περίπατος πηχω̃ν δέκα τὸ πλάτος ἐπὶ πήχεις ἑκατὸν τὸ μη̃κος καὶ τὰ θυρώματα αὐτω̃ν πρὸς βορρα̃ν
5 καὶ οἱ περίπατοι οἱ ὑπερω̨̃οι ὡσαύτως ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτου̃ ἐκ του̃ ὑποκάτωθεν περιστύλου καὶ τὸ διάστημα οὕτως περίστυλον καὶ διάστημα καὶ οὕτως στοαί
6 διότι τριπλαι̃ ἠ̃σαν καὶ στύλους οὐκ εἰ̃χον καθὼς οἱ στυ̃λοι τω̃ν ἐξωτέρων διὰ του̃το ἐξείχοντο τω̃ν ὑποκάτωθεν καὶ τω̃ν μέσων ἀπὸ τη̃ς γη̃ς
7 καὶ φω̃ς ἔξωθεν ὃν τρόπον αἱ ἐξέδραι τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς βορρα̃ν μη̃κος πήχεων πεντήκοντα
8 ὅτι τὸ μη̃κος τω̃ν ἐξεδρω̃ν τω̃ν βλεπουσω̃ν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχω̃ν πεντήκοντα καὶ αὑ̃ταί εἰσιν ἀντιπρόσωποι ταύταις τὸ πα̃ν πηχω̃ν ἑκατόν
9 καὶ αἱ θύραι τω̃ν ἐξεδρω̃ν τούτων τη̃ς εἰσόδου τη̃ς πρὸς ἀνατολὰς του̃ εἰσπορεύεσθαι δι' αὐτω̃ν ἐκ τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας
10 κατὰ τὸ φω̃ς του̃ ἐν ἀρχη̨̃ περιπάτου καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον του̃ νότου κατὰ πρόσωπον του̃ ἀπολοίπου καὶ κατὰ πρόσωπον του̃ διορίζοντος ἐξέδραι
11 καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτω̃ν κατὰ τὰ μέτρα τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς βορρα̃ν καὶ κατὰ τὸ μη̃κος αὐτω̃ν καὶ κατὰ τὸ εὐ̃ρος αὐτω̃ν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτω̃ν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτω̃ν καὶ κατὰ τὰ φω̃τα αὐτω̃ν καὶ κατὰ τὰ θυρώματα αὐτω̃ν
12 τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς νότον καὶ κατὰ τὰ θυρώματα ἀπ' ἀρχη̃ς του̃ περιπάτου ὡς ἐπὶ φω̃ς διαστήματος καλάμου καὶ κατ' ἀνατολὰς του̃ εἰσπορεύεσθαι δι' αὐτω̃ν
13 καὶ εἰ̃πεν πρός με αἱ ἐξέδραι αἱ πρὸς βορρα̃ν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὐ̃σαι κατὰ πρόσωπον τω̃ν διαστημάτων αὑ̃ταί εἰσιν αἱ ἐξέδραι του̃ ἁγίου ἐν αἱ̃ς φάγονται ἐκει̃ οἱ ἱερει̃ς υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες πρὸς κύριον τὰ ἅγια τω̃ν ἁγίων καὶ ἐκει̃ θήσουσιν τὰ ἅγια τω̃ν ἁγίων καὶ τὴν θυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας διότι ὁ τόπος ἅγιος
14 οὐκ εἰσελεύσονται ἐκει̃ πάρεξ τω̃ν ἱερέων οὐκ ἐξελεύσονται ἐκ του̃ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν ὅπως διὰ παντὸς ἅγιοι ὠ̃σιν οἱ προσάγοντες καὶ μὴ ἅπτωνται του̃ στολισμου̃ αὐτω̃ν ἐν οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς διότι ἅγιά ἐστιν καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται του̃ λαου̃
15 καὶ συνετελέσθη ἡ διαμέτρησις του̃ οἴκου ἔσωθεν καὶ ἐξήγαγέν με καθ' ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησεν τὸ ὑπόδειγμα του̃ οἴκου κυκλόθεν ἐν διατάξει
16 καὶ ἔστη κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησεν πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
17 καὶ ἐπέστρεψεν πρὸς βορρα̃ν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον του̃ βορρα̃ πήχεις πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
18 καὶ ἐπέστρεψεν πρὸς θάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τη̃ς θαλάσσης πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
19 καὶ ἐπέστρεψεν πρὸς νότον καὶ διεμέτρησεν κατέναντι του̃ νότου πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
20 τὰ τέσσαρα μέρη του̃ αὐτου̃ καλάμου καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτω̃ν κύκλω̨ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχω̃ν εὐ̃ρος του̃ διαστέλλειν ἀνὰ μέσον τω̃ν ἁγίων καὶ ἀνὰ μέσον του̃ προτειχίσματος του̃ ἐν διατάξει του̃ οἴκου
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 43
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).