Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 45,  στἰχοι 7-17

7 καὶ τω̨̃ ἡγουμένω̨ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τω̃ν ἁγίων εἰς κατάσχεσιν τη̃ς πόλεως κατὰ πρόσωπον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων καὶ κατὰ πρόσωπον τη̃ς κατασχέσεως τη̃ς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν πρὸς ἀνατολάς καὶ τὸ μη̃κος ὡς μία τω̃ν μερίδων ἀπὸ τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν καὶ τὸ μη̃κος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τη̃ς γη̃ς
8 καὶ ἔσται αὐτω̨̃ εἰς κατάσχεσιν ἐν τω̨̃ Ισραηλ καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι του̃ Ισραηλ τὸν λαόν μου καὶ τὴν γη̃ν κατακληρονομήσουσιν οἰ̃κος Ισραηλ κατὰ φυλὰς αὐτω̃ν
9 τάδε λέγει κύριος θεός ἱκανούσθω ὑμι̃ν οἱ ἀφηγούμενοι του̃ Ισραηλ ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε ἐξάρατε καταδυναστείαν ἀπὸ του̃ λαου̃ μου λέγει κύριος θεός
10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοι̃νιξ δικαία ἔστω ὑμι̃ν
11 τὸ μέτρον καὶ ἡ χοι̃νιξ ὁμοίως μία ἔσται του̃ λαμβάνειν τὸ δέκατον του̃ γομορ ἡ χοι̃νιξ καὶ τὸ δέκατον του̃ γομορ τὸ μέτρον πρὸς τὸ γομορ ἔσται ἴσον
12 καὶ τὸ στάθμιον εἴκοσι ὀβολοί οἱ πέντε σίκλοι πέντε καὶ οἱ δέκα σίκλοι δέκα καὶ πεντήκοντα σίκλοι ἡ μνα̃ ἔσται ὑμι̃ν
13 καὶ αὕτη ἡ ἀπαρχή ἣν ἀφοριει̃τε ἕκτον του̃ μέτρου ἀπὸ του̃ γομορ του̃ πυρου̃ καὶ τὸ ἕκτον του̃ οιφι ἀπὸ του̃ κόρου τω̃ν κριθω̃ν
14 καὶ τὸ πρόσταγμα του̃ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλω̃ν ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ
15 καὶ πρόβατον ἀπὸ τω̃ν δέκα προβάτων ἀφαίρεμα ἐκ πασω̃ν τω̃ν πατριω̃ν του̃ Ισραηλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου του̃ ἐξιλάσκεσθαι περὶ ὑμω̃ν λέγει κύριος θεός
16 καὶ πα̃ς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τω̨̃ ἀφηγουμένω̨ του̃ Ισραηλ
17 καὶ διὰ του̃ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς νουμηνίαις καὶ ἐν τοι̃ς σαββάτοις καὶ ἐν πάσαις ται̃ς ἑορται̃ς οἴκου Ισραηλ αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου του̃ ἐξιλάσκεσθαι ὑπὲρ του̃ οἴκου Ισραηλ
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 45

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).