1 τάδε λέγει κύριος θεός πύλη ἡ ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς ἐν δὲ τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἀνοιχθήσεται καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας ἀνοιχθήσεται |
2 καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης τη̃ς ἔξωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης καὶ ποιήσουσιν οἱ ἱερει̃ς τὰ ὁλοκαυτώματα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ καὶ προσκυνήσει ἐπὶ του̃ προθύρου τη̃ς πύλης καὶ ἐξελεύσεται καὶ ἡ πύλη οὐ μὴ κλεισθη̨̃ ἕως ἑσπέρας |
3 καὶ προσκυνήσει ὁ λαὸς τη̃ς γη̃ς κατὰ τὰ πρόθυρα τη̃ς πύλης ἐκείνης ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νουμηνίαις ἐναντίον κυρίου |
4 καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τω̨̃ κυρίω̨ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον |
5 καὶ μαναα πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς θυσίαν δόμα χειρὸς αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι |
6 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς καὶ κριὸς ἄμωμος ἔσται |
7 καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ πέμμα τω̨̃ μόσχω̨ ἔσται μαναα καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἐὰν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι |
8 καὶ ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τη̃ς πύλης ἐξελεύσεται |
9 καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τη̃ς γη̃ς ἐναντίον κυρίου ἐν ται̃ς ἑορται̃ς ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν προσκυνει̃ν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν οὐκ ἀναστρέψει κατὰ τὴν πύλην ἣν εἰσελήλυθεν ἀλλ' ἢ κατ' εὐθὺ αὐτη̃ς ἐξελεύσεται |
10 καὶ ὁ ἀφηγούμενος ἐν μέσω̨ αὐτω̃ν ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετ' αὐτω̃ν καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται |